Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἳ καὶ κρατήσαντες τῶν Θρᾳκῶν, καὶ κατασκευασάμενοι βασίλειον τὴν Τύλιν, εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς Βυζαντίους.

κατὰ μὲν οὖν τὰς ἀρχὰς ἐν ταῖς ἐφόδοις αὐτῶν ταῖς κατὰ Κομοντόριον τὸν πρῶτον βασιλεύσαντα δῶρα διετέλουν οἱ Βυζάντιοι διδόντες ἀνὰ τρισχιλίους καὶ πεντακισχιλίους, ποτὲ δὲ καὶ μυρίους χρυσοῦς, ἐφʼ ᾧ μὴ καταφθείρειν τὴν χώραν αὐτῶν.

τέλος δʼ ἠναγκάσθησαν ὀγδοήκοντα τάλαντα συγχωρῆσαι φόρον τελεῖν κατʼ ἐνιαυτὸν ἕως εἰς Καύαρον, ἐφʼ οὗ κατελύθη μὲν ἡ βασιλεία, τὸ δὲ γένος αὐτῶν ἐξεφθάρη πᾶν, ὑπὸ Θρᾳκῶν ἐκ μεταβολῆς ἐπικρατηθέν.

ἐν οἷς καιροῖς ὑπὸ τῶν φόρων πιεζούμενοι τὸ μὲν πρῶτον ἐπρέσβευον πρὸς τοὺς Ἕλληνας, δεόμενοι σφίσι βοηθεῖν καὶ συγχορηγεῖν εἰς τοὺς περιεστῶτας καιρούς·

τῶν δὲ πλείστων παρολιγωρούντων, ἐνεχείρησαν ἀπαναγκασθέντες παρ