Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μάλιστα δʼ ἔκδηλον γίνεται τοῦτο κατὰ τὰς τῶν ὄμβρων ἐπιφοράς· καὶ γὰρ τὰ τυχόντα τότε τῶν ῥείθρων, ἐπειδὰν ἐπικρατήσωσι τοῦ κύματος κατὰ τὴν εἰσβολήν, προωθοῦσι τὸν χοῦν εἰς θάλατταν ἐπὶ τοσοῦτον ὥστε πρὸς λόγον ἑκάστου γίνεσθαι τὴν ἀπόστασιν τῇ βίᾳ τῶν ἐμπιπτόντων ῥευμάτων.

τῷ δὲ μεγέθει τῆς προειρημένης ταινίας καὶ καθόλου τῷ πλήθει τῶν εἰσφερομένων λίθων καὶ ξύλων καὶ γῆς ὑπὸ τῶν ποταμῶν οὐδαμῶς ἀπιστητέον —

εὔηθες γάρ — θεωροῦντας ὑπὸ τὴν ὄψιν τὸν τυχόντα χειμάρρουν ἐν βραχεῖ χρόνῳ πολλάκις ἐκχαραδροῦντα μὲν καὶ διακόπτοντα τόπους ἠλιβάτους, φέροντα δὲ πᾶν γένος ὕλης καὶ γῆς καὶ λίθων, ἐπιχώσεις δὲ ποιούμενον τηλικαύτας ὥστʼ ἀλλοιοῦν ἐνίοτε καὶ μηδὲ γινώσκειν ἐν βραχεῖ χρόνῳ

τοὺς αὐτοὺς τόπους. ἐξ ὧν οὐκ εἰκὸς θαυμάζειν πῶς οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ποταμοὶ συνεχῶς ῥέοντες ἀπεργάζονταί τι τῶν προειρημένων καὶ τέλος ἐκπληροῦσι τὸν Πόντον.

οὐ γὰρ εἰκός, ἀλλʼ ἀναγκαῖον γενέσθαι τοῦτό γε προφαίνεται κατὰ τὸν ὀρθὸν λόγον.

σημεῖον δὲ τοῦ μέλλοντος· ὅσῳ γάρ ἐστι νῦν ἡ Μαιῶτις γλυκυτέρα τῆς Ποντικῆς θαλάττης, οὕτως θεωρεῖται διαφέρουσα προφανῶς ἡ Ποντικὴ τῆς καθʼ ἡμᾶς.