Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὃ δὴ καὶ φαίνεται γινόμενον. τὴν μὲν οὖν Μαιῶτιν ἤδη κεχῶσθαι συμβαίνει· τὸ γάρ τοι πλεῖστον αὐτῆς μέρος ἐν ἑπτὰ καὶ πέντε ὀργυιαῖς ἐστι· διὸ καὶ πλεῖν αὐτὴν οὐκέτι δύνανται ναυσὶ μεγάλαις χωρὶς καθηγεμόνος.

οὖσά τʼ ἐξ ἀρχῆς θάλαττα σύρρους τῷ Πόντῳ, καθάπερ οἱ παλαιοὶ συμφωνοῦσι, νῦν ἐστι λίμνη γλυκεῖα, τῆς μὲν θαλάττης ἐκπεπιεσμένης ὑπὸ τῶν ἐγχωμάτων, τῆς δὲ τῶν ποταμῶν εἰσβολῆς ἐπικρατούσης.

ἔσται δὲ καὶ περὶ τὸν Πόντον παραπλήσιον, καὶ γίνεται νῦν· ἀλλʼ οὐ λίαν τοῖς πολλοῖς ἐστι καταφανὲς διὰ τὸ μέγεθος τοῦ κοιλώματος. τοῖς μέντοι γε βραχέα συνεπιστήσασι καὶ νῦν

ἐστι δῆλον τὸ γινόμενον. τοῦ γὰρ Ἴστρου πλείοσι στόμασιν ἀπὸ τῆς Εὐρώπης εἰς τὸν Πόντον εἰσβάλλοντος, συμβαίνει πρὸς τοῦτον σχεδὸν ἐπὶ χίλια στάδια συνεστάναι ταινίαν ἡμέρας δρόμον ἀπέχουσαν τῆς γῆς [ἥτις νῦν συνέστηκεν] ἐκ τῆς τοῖς στόμασιν εἰσφερομένης ἰλύος·

ἐφʼ ἣν ἔτι πελάγιοι τρέχοντες οἱ πλέοντες τὸν Πόντον λανθάνουσιν ἐποκέλλοντες νυκτὸς ἐπὶ τοὺς τόπους. καλοῦσι δʼ αὐτοὺς οἱ ναυτικοὶ Στήθη.

τοῦ δὲ μὴ παρʼ αὐτὴν συνίστασθαι τὴν γῆν, ἀλλʼ ἐπὶ τὸ πολὺ προωθεῖσθαι τὸν χοῦν, ταύτην νομιστέον εἶναι τὴν αἰτίαν.

ἐφʼ ὅσον μὲν γὰρ αἱ ῥύσεις τῶν ποταμῶν διὰ τὴν βίαν τῆς φορᾶς ἐπικρατοῦσι καὶ διωθοῦνται τὴν θάλατταν, ἐπὶ τοσοῦτο καὶ τὴν γῆν καὶ πάντα τὰ φερόμενα τοῖς ῥεύμασιν ἀνάγκη προωθεῖσθαι καὶ μὴ λαμβάνειν μονὴν μηδὲ στάσιν ἁπλῶς·

ὅταν δὲ διὰ τὸ βάθος ἤδη καὶ πλῆθος τῆς θαλάττης ἐκλύηται τὰ ῥεύματα, τότʼ εἰκὸς ἤδη κατὰ φύσιν φερόμενον κάτω μονὴν καὶ στάσιν λαμβάνειν τὸν χοῦν.

διʼ ἃ δὴ τῶν μὲν λάβρων καὶ μεγάλων ποταμῶν τὰ μὲν χώματα μακρὰν συνίσταται, τὰ δὲ παρὰ τὴν χέρσον ἐστὶν ἀγχιβαθῆ, τῶν δʼ ἐλαττόνων καὶ πρᾴως ῥεόντων παρʼ αὐτὰς τὰς εἰσβολὰς οἱ θῖνες συνίστανται.

μάλιστα δʼ ἔκδηλον γίνεται τοῦτο κατὰ τὰς τῶν ὄμβρων ἐπιφοράς· καὶ γὰρ τὰ τυχόντα τότε τῶν ῥείθρων, ἐπειδὰν ἐπικρατήσωσι τοῦ κύματος κατὰ τὴν εἰσβολήν, προωθοῦσι τὸν χοῦν εἰς θάλατταν ἐπὶ τοσοῦτον ὥστε πρὸς λόγον ἑκάστου γίνεσθαι τὴν ἀπόστασιν τῇ βίᾳ τῶν ἐμπιπτόντων ῥευμάτων.