Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἅμα δὲ τῷ τὴν φήμην ἀφικέσθαι περὶ τῆς Κλεομένους τελευτῆς εὐθέως ὥρμησαν ἐπὶ τὸ βασιλεῖς καθιστάναι τά τε πλήθη καὶ τὸ τῶν ἐφόρων ἀρχεῖον.

καὶ κατέστησαν οἱ κοινωνοῦντες ἔφοροι τῆς αἱρέσεως τοῖς στασιώταις, οἱ καὶ τὴν πρὸς Αἰτωλοὺς συνθέμενοι συμμαχίαν, ὑπὲρ ὧν τὸν ἄρτι λόγον ἐποιησάμην, τὸν μὲν ἕνα νομίμως καὶ καθηκόντως, Ἀγησίπολιν, ὄντα μὲν παῖδα τὴν ἡλικίαν, υἱὸν δʼ Ἀγησιπόλιδος τοῦ Κλεομβρότου·

τὸν δὲ συνέβαινε βεβασιλευκέναι καθʼ οὓς καιροὺς ἐξέπεσε Λεωνίδης ἐκ τῆς ἀρχῆς, διὰ τὸ κατὰ γένος ὑπάρχειν ἔγγιστα τῆς οἰκίας ταύτης.

ἐπίτροπον δὲ τοῦ παιδὸς εἵλοντο Κλεομένη, Κλεομβρότου μὲν υἱόν, Ἀγησιπόλιδος δʼ ἀδελφόν.

ἀπὸ δὲ τῆς ἑτέρας οἰκίας, ὄντων ἐκ τῆς Ἱππομέδοντος θυγατρὸς Ἀρχιδάμῳ δυεῖν παίδων, ὃς ἦν υἱὸς Εὐδαμίδου, ζῶντος δὲ καὶ Ἱππομέδοντος ἀκμήν, ὃς ἦν υἱὸς Ἀγησιλάου τοῦ Εὐδαμίδου, καὶ ἑτέρων δὲ πλειόνων ἀπὸ τῆς οἰκίας ὑπαρχόντων, ἀπωτέρω μὲν τῶν προειρημένων, προσηκόντων δὲ κατὰ γένος,

τούτους μὲν ἅπαντας ὑπερεῖδον, Λυκοῦργον δὲ βασιλέα κατέστησαν, οὗ τῶν προγόνων οὐδεὶς ἐτετεύχει τῆς προσηγορίας· ὃς δοὺς ἑκάστῳ τῶν ἐφόρων τάλαντον Ἡρακλέους ἀπόγονος καὶ βασιλεὺς ἐγεγόνει τῆς Σπάρτης.

οὕτως εὔωνα πανταχῇ τὰ καλὰ γέγονε. τοιγαροῦν οὐ παῖδες παίδων, ἀλλʼ αὐτοὶ πρῶτοι τῆς ἀνοίας ἀπέτισαν τοὺς μισθοὺς οἱ καταστήσαντες.

ὁ δὲ Μαχατᾶς, πυθόμενος τὰ γεγονότα περὶ τοὺς Λακεδαιμονίους, ἧκε πάλιν ὑποστρέψας εἰς τὴν Σπάρτην, καὶ παρεκάλει τοὺς ἐφόρους καὶ τοὺς βασιλέας ἐξανεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον·