Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εἰς τὴν οἰκείαν, οἱ δʼ ἐξ ἀρχῆς αἴτιοι γεγονότες τῆς κινήσεως, οὐδαμῶς εἶξαι δυνάμενοι τοῖς παροῦσιν, αὖτις ἐπεβάλοντο πρᾶγμα ποιεῖν πάντων ἀσεβέστατον, φθείραντές τινας τῶν νέων.

κατὰ γάρ τινα θυσίαν πάτριον ἔδει τοὺς μὲν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων πομπεύειν ἐπὶ τὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου νεών, τοὺς δʼ ἐφόρους συντελεῖν τὰ περὶ τὴν θυσίαν, αὐτοῦ περὶ τὸ τέμενος διατρίβοντας.

ἐν τούτῳ τῷ καιρῷ τῶν πομπευόντων ἐν τοῖς ὅπλοις τινὲς νεανίσκων ἄφνω προσπεσόντες θύουσι τοῖς ἐφόροις ἀπέσφαξαν αὐτούς. καίτοι πᾶσι τοῖς καταφυγοῦσι τὴν ἀσφάλειαν παρεσκεύαζε τὸ ἱερόν, κἂν θανάτου τις ᾖ κατακεκριμένος·

τότε δὲ διὰ τὴν ὠμότητα τῶν τολμώντων εἰς τοῦτʼ ἦλθε καταφρονήσεως ὥστε περὶ τὸν βωμὸν καὶ τὴν τράπεζαν τῆς θεοῦ κατασφαγῆναι τοὺς ἐφόρους ἅπαντας.

ἑξῆς δὲ τούτου τἀκόλουθον τῇ προθέσει ποιοῦντες ἀνεῖλον μὲν τοὺς περὶ Γυρίδαν τῶν γερόντων, ἐφυγάδευσαν δὲ τοὺς ἀντειπόντας τοῖς Αἰτωλοῖς, εἵλοντο δʼ ἐξ αὑτῶν ἐφόρους, συνέθεντο δὲ πρὸς τοὺς Αἰτωλοὺς τὴν συμμαχίαν.

ἐποίουν δὲ ταῦτα, καὶ τήν τε πρὸς Ἀχαιοὺς ἀπέχθειαν καὶ τὴν πρὸς Μακεδόνας ἀχαριστίαν καὶ καθόλου τὴν πρὸς πάντας ἀλογίαν ὑπέμενον — οὐχ ἥκιστα δὲ διὰ Κλεομένη καὶ τὴν πρὸς ἐκεῖνον εὔνοιαν — ἐπελπίζοντες ἀεὶ καὶ προσδοκίαν ἔχοντες τῆς ἐκείνου παρουσίας ἅμα καὶ σωτηρίας.

οὕτως οἱ δυνάμενοι τῶν ἀνθρώπων ἐπιδεξίως ὁμιλεῖν τοῖς συμπεριφερομένοις οὐ μόνον παρόντες, ἀλλὰ καὶ μακρὰν ἀφεστῶτες ἐγκαταλείπουσί τινα καὶ λίαν ἰσχυρὰ τῆς πρὸς αὑτοὺς εὐνοίας αἰθύγματα.

οἵ γε χωρὶς τῶν ἄλλων καὶ τότε, πολιτευόμενοι κατὰ τὰ πάτρια σχεδὸν ἤδη τρεῖς ἐνιαυτοὺς μετὰ τὴν Κλεομένους ἔκπτωσιν, οὐδʼ ἐπενόησαν οὐδέποτε βασιλεῖς καταστῆσαι τῆς Σπάρτης·

ἅμα δὲ τῷ τὴν φήμην ἀφικέσθαι περὶ τῆς Κλεομένους τελευτῆς εὐθέως ὥρμησαν ἐπὶ τὸ βασιλεῖς καθιστάναι τά τε πλήθη καὶ τὸ τῶν ἐφόρων ἀρχεῖον.

καὶ κατέστησαν οἱ κοινωνοῦντες ἔφοροι τῆς αἱρέσεως τοῖς στασιώταις, οἱ καὶ τὴν πρὸς Αἰτωλοὺς συνθέμενοι συμμαχίαν, ὑπὲρ ὧν τὸν ἄρτι λόγον ἐποιησάμην, τὸν μὲν ἕνα νομίμως καὶ καθηκόντως, Ἀγησίπολιν, ὄντα μὲν παῖδα τὴν ἡλικίαν, υἱὸν δʼ Ἀγησιπόλιδος τοῦ Κλεομβρότου·

τὸν δὲ συνέβαινε βεβασιλευκέναι καθʼ οὓς καιροὺς ἐξέπεσε Λεωνίδης ἐκ τῆς ἀρχῆς, διὰ τὸ κατὰ γένος ὑπάρχειν ἔγγιστα τῆς οἰκίας ταύτης.

ἐπίτροπον δὲ τοῦ παιδὸς εἵλοντο Κλεομένη, Κλεομβρότου μὲν υἱόν, Ἀγησιπόλιδος δʼ ἀδελφόν.

ἀπὸ δὲ τῆς ἑτέρας οἰκίας, ὄντων ἐκ τῆς Ἱππομέδοντος θυγατρὸς Ἀρχιδάμῳ δυεῖν παίδων, ὃς ἦν υἱὸς Εὐδαμίδου, ζῶντος δὲ καὶ Ἱππομέδοντος ἀκμήν, ὃς ἦν υἱὸς Ἀγησιλάου τοῦ Εὐδαμίδου, καὶ ἑτέρων δὲ πλειόνων ἀπὸ τῆς οἰκίας ὑπαρχόντων, ἀπωτέρω μὲν τῶν προειρημένων, προσηκόντων δὲ κατὰ γένος,

τούτους μὲν ἅπαντας ὑπερεῖδον, Λυκοῦργον δὲ βασιλέα κατέστησαν, οὗ τῶν προγόνων οὐδεὶς ἐτετεύχει τῆς προσηγορίας· ὃς δοὺς ἑκάστῳ τῶν ἐφόρων τάλαντον Ἡρακλέους ἀπόγονος καὶ βασιλεὺς ἐγεγόνει τῆς Σπάρτης.

οὕτως εὔωνα πανταχῇ τὰ καλὰ γέγονε. τοιγαροῦν οὐ παῖδες παίδων, ἀλλʼ αὐτοὶ πρῶτοι τῆς ἀνοίας ἀπέτισαν τοὺς μισθοὺς οἱ καταστήσαντες.