Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἠπειρῶται δʼ ἐκ παραθέσεως διακούσαντες τῶν πρέσβεων τὸ μὲν δόγμα παραπλησίως ἐπεκύρωσαν, τὸν δὲ πόλεμον ἐκφέρειν ἐψηφίσαντο τοῖς Αἰτωλοῖς, ἐπειδὰν καὶ Φίλιππος ὁ βασιλεὺς ἐξενέγκῃ.

τοῖς δὲ παρὰ τῶν Αἰτωλῶν πρεσβευταῖς ἀπεκρίθησαν ὅτι δέδοκται τοῖς Ἠπειρώταις διατηρεῖν πρὸς αὐτοὺς τὴν εἰρήνην, ἀγεννῶς καὶ ποικίλως χρώμενοι τοῖς πράγμασιν.

ἀπεστάλησαν δὲ καὶ πρὸς βασιλέα Πτολεμαῖον πρέσβεις οἱ παρακαλέσοντες αὐτὸν μήτε χρήματα πέμπειν τοῖς Αἰτωλοῖς μήτʼ ἄλλο μηδὲν χορηγεῖν κατὰ Φιλίππου καὶ τῶν

συμμάχων. Μεσσήνιοι δέ, διʼ οὓς ὁ πόλεμος τὴν ἀρχὴν ἔλαβε, τοῖς παραγενομένοις πρὸς αὐτοὺς ἀπεκρίθησαν ὅτι τῆς Φιγαλείας κειμένης ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ ταττομένης ὑπʼ Αἰτωλοὺς οὐκ ἂν ἐπιδέξαιντο τὸν πόλεμον, πρὶν ἢ ταύτην ἀπʼ Αἰτωλῶν ἀποσπασθῆναι τὴν πόλιν.

περὶ δὲ τῆς ἀποφάσεως ταύτης κατίσχυσαν, οὐδαμῶς εὐδοκούντων τῶν πολλῶν, Αἰτωλῶν δεδιότες τὴν τόλμαν ἐφορεύοντες Οἶνις καὶ Νίκιππος καί τινες ἕτεροι τῶν ὀλιγαρχικῶν, ἀγνοοῦντες καὶ πολὺ παραπαίοντες τοῦ δέοντος κατά γε τὴν ἐμὴν γνώμην.

ἐγὼ γὰρ φοβερὸν μὲν εἶναί φημι τὸν πόλεμον, οὐ μὴν οὕτω γε φοβερὸν ὥστε πᾶν ὑπομένειν χάριν τοῦ μὴ προσδέξασθαι πόλεμον.