Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Αἰτωλοί, συνάψαντος τοῦ τῶν ἀρχαιρεσίων χρόνου, στρατηγὸν αὑτῶν εἵλοντο Σκόπαν, ὃς ἐγεγόνει πάντων τῶν προειρημένων ἀδικημάτων αἴτιος.

ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν. τὸ γὰρ κοινῷ μὲν δόγματι μὴ πολεμεῖν, πανδημεὶ δὲ στρατεύοντας ἄγειν καὶ φέρειν τὰ τῶν πέλας, καὶ κολάζειν μὲν μηδένα τῶν αἰτίων, στρατηγοὺς δʼ αἱρεῖσθαι καὶ τιμᾶν τοὺς προεστῶτας τῶν τοιούτων ἔργων, ἐμοὶ μὲν δοκεῖ τῆς πάσης γέμειν κακοπραγμοσύνης·

τί γὰρ ἂν ἄλλο τις τὰς τοιαύτας κακίας ὀνομάσειε; δῆλον δʼ ἔσται τὸ λεγόμενον ἐκ τούτων.

Λακεδαιμόνιοι τὴν Καδμείαν Φοιβίδου παρασπονδήσαντος τὸν μὲν αἴτιον ἐζημίωσαν, τὴν δὲ φρουρὰν οὐκ ἐξήγαγον, ὥσπερ λυομένης τῆς ἀδικίας διὰ τῆς τοῦ πράξαντος βλάβης, παρὸν τἀναντία ποιεῖν· τοῦτο γὰρ διέφερε τοῖς Θηβαίοις.

πάλιν ἐκήρυττον ἀφιέντες τὰς πόλεις ἐλευθέρας καὶ αὐτονόμους κατὰ τὴν ἐπʼ Ἀνταλκίδου γενομένην εἰρήνην, τοὺς δʼ ἁρμοστὰς οὐκ ἐξῆγον ἐκ τῶν πόλεων.

Μαντινεῖς φίλους ὄντας καὶ συμμάχους ἀναστάτους ποιήσαντες οὐκ ἔφασαν ἀδικεῖν, ἐκ μιᾶς πόλεως εἰς πλείους αὐτοὺς διοικίσαντες,

ἀνοίᾳ μετὰ κακίας χρησάμενοι προφανῶς διὰ τὸ δοκεῖν, ἐάν τις αὐτὸς ἐπιμύῃ, μηδὲ τοὺς πέλας ὁρᾶν.

ἀμφοτέροις τοίνυν ὁ ζῆλος οὗτος τῆς πολιτείας αἴτιος κατέστη τῶν μεγίστων συμπτωμάτων· ὃν οὐδαμῶς οὐδαμῇ ζηλωτέον οὔτε κατʼ ἰδίαν οὔτε κοινῇ τοὺς ὀρθῶς βουλευομένους.

ὁ δὲ βασιλεὺς Φίλιππος χρηματίσας τοῖς Ἀχαιοῖς ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ Μακεδονίας, σπεύδων ἐπὶ τὴν παρασκευὴν τῶν πρὸς τὴν πόλεμον, οὐ μόνον τοῖς συμμάχοις,

ἀλλὰ πᾶσι τοῖς Ἕλλησι διὰ τοῦ προειρημένου ψηφίσματος καλὰς ἐλπίδας ὑποδεικνύων πρᾳότητος καὶ μεγαλοψυχίας βασιλικῆς.