Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀπιστοῦντες οἱ τρεῖς ἑνὶ τῶν δυεῖν Ἀδειμάντῳ διὰ τὸ συνειδέναι μὲν σφίσι πάσας τὰς ἐπιβολάς, μὴ λίαν δὲ τοῖς γινομένοις εὐδοκεῖν, ἠγωνίων μὴ συνεγγίσαντος τοῦ βασιλέως πάντα τὰ πραττόμενα πρὸς τὸν Φίλιππον ἐξηγήσηται.

διʼ ἃ δὴ συλλαλήσαντές τισι τῶν νέων ἐκήρυττον εἰς τὸ τῆς Χαλκιοίκου τέμενος μετὰ τῶν ὅπλων ἰέναι τοὺς ἐν ταῖς ἡλικίαις, ὡς τῶν Μακεδόνων ἐπὶ τὴν πόλιν παραγινομένων.

ταχὺ δὲ διὰ τὸ παράδοξον ἁθροισθέντων, δυσαρεστῶν Ἀδείμαντος τοῖς γινομένοις ἐπειρᾶτο προπορευθεὶς παρακαλεῖν καὶ διδάσκειν διότι "

πρῴην ἔδει τὰ κηρύγματα ταῦτα καὶ τοὺς ἁθροισμοὺς τοὺς ἐν τοῖς ὅπλοις παραγγέλλειν, καθʼ ὃν καιρὸν τοὺς Αἰτωλοὺς πολεμίους ὄντας ἠκούομεν τοῖς ὅρους τῆς χώρας ἡμῶν συνεγγίζειν, οὐ νῦν, ὅτε Μακεδόνας τοὺς εὐεργέτας καὶ σωτῆρας πυνθανόμεθα πλησιάζειν μετὰ τοῦ βασιλέωσ"

. ἔτι δʼ αὐτοῦ ταῦτʼ ἀνακρουομένου, προσπεσόντες οἱ παρακεκλημένοι τῶν νέων τοῦτόν τε συνεκέντησαν καὶ μετὰ τούτου Σθενέλαον, Ἀλκαμένη, Θυέστην, Βιωνίδαν, ἑτέρους τῶν πολιτῶν καὶ πλείους.

οἱ δὲ περὶ Πολυφόνταν καί τινες ἅμα τούτοις ἐμφρόνως προϊδόμενοι τὸ μέλλον,

ἀπεχώρησαν πρὸς τὸν Φίλιππον. ταῦτα δὲ πράξαντες εὐθέως ἔπεμπον οἱ προεστῶτες ἔφοροι τῶν πραγμάτων τοὺς κατηγορήσοντας πρὸς τὸν Φίλιππον τῶν ἀνῃρημένων καὶ παρακαλέσοντας αὐτὸν ἐπισχεῖν τὴν παρουσίαν, ἕως ἂν ἐκ τοῦ γεγονότος κινήματος εἰς τὴν ἀποκατάστασιν ἔλθῃ τὰ κατὰ τὴν πόλιν· γινώσκειν δὲ διότι πρόκειται διατηρεῖν αὐτοῖς πάντα τὰ δίκαια καὶ φιλάνθρωπα πρὸς Μακεδόνας·

οἳ καὶ συμμίξαντες ἤδη περὶ τὸ Παρθένιον ὄρος ὄντι τῷ βασιλεῖ διελέχθησαν ἀκολούθως ταῖς ἐντολαῖς.