Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

σημεῖον δὲ τῆς Κυναιθέων ἀτυχίας περὶ τοῦτο τὸ μέρος καὶ τῆς τῶν ἄλλων Ἀρκάδων τοῖς τοιούτοις τῶν ἐπιτηδευμάτων δυσαρεστήσεως·

καθʼ οὓς γὰρ καιροὺς τὴν μεγάλην σφαγὴν ποιήσαντες Κυναιθεῖς ἐπρέσβευσαν πρὸς Λακεδαιμονίους, εἰς ἃς πόλεις ποτʼ Ἀρκαδικὰς εἰσῆλθον κατὰ τὴν ὁδόν, οἱ μὲν ἄλλοι παραχρῆμα πάντες αὐτοὺς ἐξεκήρυξαν,

Μαντινεῖς δὲ μετὰ τὴν ἀπαλλαγὴν αὐτῶν καὶ καθαρμὸν ἐποιήσαντο καὶ σφάγια περιήνεγκαν τῆς τε πόλεως κύκλῳ καὶ τῆς χώρας πάσης.

ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω χάριν τοῦ μὴ διὰ μίαν πόλιν τὸ κοινὸν ἦθος διαβάλλεσθαι τῶν Ἀρκάδων, ὁμοίως δὲ καὶ τοῦ μὴ νομίσαντας ἐνίους τῶν κατοικούντων τὴν Ἀρκαδίαν περιουσίας χάριν τὰ κατὰ μουσικὴν ἐπὶ πλεῖον ἀσκεῖσθαι παρʼ αὑτοῖς ὀλιγωρεῖν ἐγχειρῆσαι τούτου τοῦ μέρους,

ἔτι δὲ καὶ Κυναιθέων ἕνεκεν, ἵνʼ ἄν ποτʼ αὐτοῖς ὁ θεὸς εὖ δῷ, τραπέντες πρὸς παιδείαν ἡμερῶσιν αὑτούς, καὶ μάλιστα ταύτης πρὸς μουσικήν· οὕτως γὰρ μόνως ἂν λήξαιεν τῆς τότε περὶ αὐτοὺς γενομένης ἀγριότητος.

ἡμεῖς δʼ ἐπειδὴ τὰ περὶ Κυναιθέων ὑποπίπτοντα δεδηλώκαμεν, αὖτις ἐπὶ τὴν ἐκτροπὴν ἐπάνιμεν.

Αἰτωλοὶ μὲν οὖν τοιαῦτα διεργασάμενοι κατὰ τὴν Πελοπόννησον ἧκον εἰς τὴν οἰκείαν ἀσφαλῶς.

Φίλιππος δὲ μετὰ δυνάμεως βοηθῶν τοῖς Ἀχαιοῖς παρῆν εἰς Κόρινθον· ὑστερήσας δὲ τοῦ καιροῦ διαπέστειλε βιβλιαφόρους πρὸς πάντας τοὺς συμμάχους, παρακαλῶν πέμπειν ἑκάστους παρʼ αὑτῶν κατὰ σπουδὴν εἰς Κόρινθον τοὺς βουλευσομένους ὑπὲρ τῶν κοινῇ συμφερόντων.

αὐτὸς δʼ ἀναζεύξας ὡς ἐπὶ Τεγέας προῆγε, πυνθανόμενος τοὺς Λακεδαιμονίους εἰς σφαγὰς καὶ ταραχὰς ἐμπεπτωκέναι πρὸς ἀλλήλους.