Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐξ οὗ συνέβαινε τοὺς μὲν ἐκ τῆς συγκαταστάσεως ἡττηθέντας μὴ πλείους εἶναι πεντακοσίων, τοὺς δὲ φεύγοντας πλείους δισχιλίων.

τοῦ δὲ πράγματος αὐτοῦ διδάσκοντος τοὺς Αἰτωλοὺς ὃ δεῖ ποιεῖν, εἵποντο κατόπιν, ἐπιπολαστικῶς καὶ κατακόρως χρώμενοι τῇ κραυγῇ.

ποιουμένων δὲ τῶν Ἀχαϊκῶν τὴν ἀποχώρησιν πρὸς τὰ βαρέα τῶν ὅπλων, ὡς μενόντων ὑπὸ ταῖς ἀσφαλείαις ἐπὶ τῆς ἐξ ἀρχῆς τάξεως, τὸ μὲν πρῶτον εὐσχήμων ἐγένεθʼ ἡ φυγὴ καὶ σωτήριος·

συνθεασάμενοι δὲ καὶ τούτους λελοιπότας τὰς τῶν τόπων ἀσφαλείας καὶ μακροὺς ὄντας ἐν πορείᾳ καὶ διαλελυμένους, οἱ μὲν αὐτῶν εὐθέως διαρρέοντες ἀτάκτως ἐποιήσαντο τὴν ἀποχώρησιν ἐπὶ τὰς παρακειμένας πόλεις,

οἱ δὲ συμπίπτοντες ἀντίοις τοῖς ἐπιφερομένοις φαλαγγίταις οὐ προσεδέοντο τῶν πολεμίων, αὐτοὶ δὲ σφᾶς αὐτοὺς ἐκπλήττοντες ἠνάγκαζον φεύγειν προτροπάδην. ἐχρῶντο δὲ τῇ φυγῇ κατὰ τὴν ἀποχώρησιν,

ὡς προείπομεν, ἐπὶ τὰς πόλεις· ὅ τε γὰρ Ὀρχομενὸς αἵ τε Καφύαι σύνεγγυς οὖσαι πολλοὺς ὤνησαν. μὴ γὰρ τούτου συμβάντος ἅπαντες ἂν ἐκινδύνευσαν διαφθαρῆναι παραλόγως.

ὁ μὲν οὖν περὶ Καφύας γενόμενος κίνδυνος τοῦ