Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μετὰ δὲ πολλῆς εὐταξίας ἐποιοῦντο τὴν πορείαν ὡς ἐπὶ τὰς ὑπερβολὰς ἐπὶ τὸν Ὀλύγυρτον, ἀσμενίζοντες, εἰ μή τις αὐτοῖς ἐγχειροίη καὶ βιάζοιτο κινδυνεύειν.

οἱ δὲ περὶ τὸν Ἄρατον, τῆς μὲν πρωτοπορείας τῶν Αἰτωλῶν ἤδη προσβαινούσης πρὸς τὰς ὑπερβολάς, τῶν δʼ ἱππέων οὐραγούντων διὰ τοῦ πεδίου καὶ συνεγγιζόντων τῷ προσαγορευομένῳ Πρόποδι τῆς παρωρείας, ἐξαποστέλλουσι τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, Ἐπίστρατον ἐπιστήσαντες τὸν Ἀκαρνᾶνα, καὶ συντάξαντες ἐξάπτεσθαι τῆς οὐραγίας καὶ καταπειράζειν τῶν πολεμίων.

καίτοι γʼ εἰ μὲν ἦν κινδυνευτέον, οὐ πρὸς τὴν οὐραγίαν ἐχρῆν συμπλέκεσθαι, διηνυκότων ἤδη τῶν πολεμίων τοὺς ὁμαλοὺς τόπους, πρὸς δὲ τὴν πρωτοπορείαν, εὐθέως ἐμβαλόντων εἰς τὸ πεδίον.

οὕτως γὰρ ἂν τὸν ἀγῶνα συνέβη γενέσθαι τὸν ὅλον ἐν τοῖς ἐπιπέδοις καὶ πεδινοῖς τόποις, οὗ τοὺς μὲν Αἰτωλοὺς δυσχρηστοτάτους εἶναι συνέβαινε διά τε τὸν καθοπλισμὸν καὶ τὴν ὅλην σύνταξιν, τοὺς δʼ Ἀχαιοὺς εὐχρηστοτάτους καὶ δυναμικωτάτους διὰ τἀναντία τῶν προειρημένων.

νῦν δʼ ἀφέμενοι τῶν οἰκείων τόπων καὶ καιρῶν εἰς τὰ τῶν πολεμίων προτερήματα συγκατέβησαν. τοιγαροῦν ἀκόλουθον

τὸ τέλος ἐξέβη τοῦ κινδύνου ταῖς ἐπιβολαῖς. ἐξαπτομένων γὰρ τῶν εὐζώνων τηροῦντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς τὴν τάξιν ἀπεχώρουν εἰς τὴν παρώρειαν, σπεύδοντες συνάψαι τοῖς παρʼ αὑτῶν πεζοῖς.

οἱ δὲ περὶ τὸν Ἄρατον, οὔτε κατιδόντες καλῶς τὸ γινόμενον οὔτʼ ἐκλογισάμενοι δεόντως τὸ μετὰ ταῦτα συμβησόμενον, ἅμα τῷ τοὺς ἱππεῖς ἰδεῖν ὑποχωροῦντας ἐλπίσαντες αὐτοὺς φεύγειν,

τοὺς μὲν ἀπὸ τῶν κεράτων θωρακίτας ἐξαπέστειλαν, παραγγείλαντες βοηθεῖν καὶ συνάπτειν τοῖς παρʼ αὑτῶν εὐζώνοις, αὐτοὶ δʼ ἐπὶ κέρας κλίναντες τὴν δύναμιν ἦγον μετὰ δρόμου καὶ σπουδῆς.

οἱ δὲ τῶν Αἰτωλῶν ἱππεῖς, διανύσαντες τὸ πεδίον, ἅμα τῷ συνάψαι τοῖς πεζοῖς αὐτοὶ μὲν ὑπὸ τὴν παρώρειαν ὑποστείλαντες ἔμενον,

τοὺς δὲ πεζοὺς ἥθροιζον πρὸς τὰ πλάγια καὶ παρεκάλουν, ἑτοίμως πρὸς τὴν κραυγὴν ἀνατρεχόντων καὶ παραβοηθούντων ἀεὶ τῶν ἐκ τῆς πορείας.

ἐπεὶ δʼ ἀξιομάχους ὑπέλαβον εἶναι σφᾶς αὐτοὺς κατὰ τὸ πλῆθος, συστραφέντες ἐνέβαλον τοῖς προμαχομένοις τῶν Ἀχαϊκῶν ἱππέων καὶ ψιλῶν. ὄντες δὲ πλείους, καὶ ποιούμενοι τὴν ἔφοδον ἐξ ὑπερδεξίου, πολὺν μὲν χρόνον ἐκινδύνευσαν, τέλος δʼ ἐτρέψαντο τοὺς συγκαθεστῶτας.

ἐν δὲ τῷ τούτους ἐγκλίναντας φεύγειν οἱ προσβοηθοῦντες θωρακῖται κατὰ πορείαν ἀτάκτως ἐπιπαραγενόμενοι καὶ σποράδην, οἱ μὲν ἀποροῦντες ἐπὶ τοῖς γινομένοις, οἱ δὲ συμπίπτοντες ἀντίοις τοῖς φεύγουσι κατὰ τὴν ἀποχώρησιν, ἀναστρέφειν ἠναγκάζοντο καὶ τὸ παραπλήσιον ποιεῖν.