Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι παραγενομένων ἐκ Πελοποννήσου τῶν περὶ τὸν Αὐρήλιον πρεσβευτῶν καὶ διασαφούντων τὰ συμβεβηκότα περὶ αὐτούς,

ὅτι παρʼ ὀλίγον τοῖς ὅλοις ἐκινδύνευσαν, καὶ λεγόντων μετʼ αὐξήσεως καὶ καινολογίας· οὐ γὰρ ὡς κατὰ περιπέτειαν ἐπʼ αὐτοὺς ἥκοντος τοῦ δεινοῦ διεσάφουν, ἀλλʼ ὡς κατὰ πρόθεσιν ὡρμηκότων τῶν Ἀχαιῶν ἐπὶ τὸ παραδειγματίζειν αὐτούς·

ἡ σύγκλητος ἠγανάκτησεν μὲν ἐπὶ τοῖς γεγονόσιν ὡς οὐδέποτε καὶ παραχρῆμα πρεσβευτὰς κατεστήσατο τοὺς περὶ τὸν Ἰούλιον, καὶ τούτους ἔπεμπε δοῦσα τοιαύτας ἐντολάς,

διότι δεῖ μετρίως ἐπιτιμήσαντας καὶ μεμψαμένους ἐπὶ τοῖς γεγονόσι τὸ πλεῖον παρακαλεῖν καὶ διδάσκειν τοὺς Ἀχαιοὺς μήτε τοῖς ἐπὶ τὰ χείριστα παρακαλοῦσι προσέχειν μήτʼ αὐτοὺς λαθεῖν εἰς τὴν πρὸς Ῥωμαίους ἀλλοτριότητα διεμπεσόντας,

ἀλλʼ ἔτι καὶ νῦν ποιήσασθαί τινα διόρθωσιν τῶν ἠγνοημένων, ἀπερεισαμένους τὴν ἄγνοιαν ἐπὶ τοὺς αἰτίους τῆς ἁμαρτίας.

ἐξ ὧν καὶ λίαν δῆλον ἐγένετο διότι καὶ τοῖς περὶ τὸν Αὐρήλιον ἔδωκε τὰς ἐντολὰς οὐ διασπάσαι βουλομένη τὸ ἔθνος, ἀλλὰ πτοῆσαι καὶ καταπλήξασθαι [βουλομένη] τὴν αὐθάδειαν καὶ τὴν ἀπέχθειαν τῶν Ἀχαιῶν.

τινὲς μὲν οὖν ὑπελάμβανον καθʼ ὑπόκρισιν τοὺς Ῥωμαίους διὰ τὸ μένειν ἀτελῆ τὰ κατὰ Καρχηδόνα· τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχεν,

ἀλλʼ ἀποδεδεγμένοι τὸ ἔθνος ἐκ πολλοῦ χρόνου καὶ νομίζοντες ἔχειν αὐτὸ πιστὸν μάλιστα τῶν Ἑλληνικῶν, ἀνασοβῆσαι μὲν ἔκριναν διὰ τὸ φρονηματίζεσθαι πέρα τοῦ δέοντος, πόλεμον δʼ ἀναλαβεῖν ἢ διαφορὰν ὁλοσχερῆ πρὸς τοὺς Ἀχαιοὺς οὐδαμῶς ἐβούλοντο. —