Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ γὰρ περιόψεσθαι σφᾶς προφανῶς παρασπονδουμένους, ἀλλὰ πολλὰς δώσειν ἀφορμὰς πρὸς σωτηρίαν.

διὸ παρακαλεῖν ἠξίου τὸν στρατηγὸν καὶ τῶν θεῶν ἕνεκεν καὶ τῆς τύχης φείσασθαι τῆς πόλεως, εἰδότα σαφῶς διότι μὴ δυνάμενοι τυχεῖν τούτου κατασφαγήσονται πρότερον ἢ παραχωρήσουσι ταύτης.

τότε μὲν οὖν ταῦτα καὶ παραπλήσια διαλεχθέντες ἐχωρίσθησαν, ταξάμενοι μετὰ τρίτην ἡμέραν πάλιν συμπορεύεσθαι·

τοῦ δὲ Γολόσσου μεταδόντος τῷ στρατηγῷ περὶ τῶν εἰρημένων, γελάσας ὁ Πόπλιος "ταῦτα μέλλων ἀξιοῦν" ἔφη "τοιαύτην καὶ τηλικαύτην ἀσέβειαν εἰς τοὺς αἰχμαλώτους ἡμῶν ἐναπεδείξω καὶ νῦν ἐπὶ τοῖς θεοῖς τὰς ἐλπίδας ἔχεις, παραβεβηκὼς καὶ τοὺς τῶν ἀνθρώπων νόμους;

" τοῦ δὲ βασιλέως βουλομένου τι προσυπομιμνήσκειν τὸν Σκιπίωνα, καὶ μάλιστα διότι δεῖ συντέλειαν ἐπιτίθεσθαι τοῖς πράγμασι·

χωρὶς γὰρ τῶν ἀδήλων καὶ τὴν κατάστασιν τῶν ὑπάτων ἤδη συνεγγίζειν, ἧς δεῖν ἔφη στοχάζεσθαι, μὴ τοῦ χειμῶνος προκαταλαβόντος ἐπελθὼν ἕτερος ἀκονιτὶ λάβῃ τὴν ἐπιγραφὴν τῶν ἐκείνου πόνων·

καὶ δὴ τούτων λεγομένων ἐπιστήσας ὁ στρατηγὸς ἐκέλευσεν ἀναγγέλλειν διότι δίδωσι τὴν ἀσφάλειαν αὐτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ δέκα τῶν συγγενῶν καὶ φίλων οἰκίαις, σὺν δὲ τούτοις δέκα τάλαντα λαβεῖν ἐκ τῶν ἰδίων ὑπαρχόντων καὶ τῶν οἰκετῶν ἐξαγαγεῖν ἑκατὸν οὓς ἂν αἱρῆται.

ταῦτα μὲν οὖν ὁ Γολόσσης ἔχων τὰ φιλάνθρωπα συνῄει πρὸς τὸν Ἀσδρούβαν τῇ τρίτῃ τῶν ἡμερῶν·

ὁ δὲ πάλιν ἐξεπορεύετο μετὰ μεγάλης ἀξίας ἐν τῇ πορφυρίδι καὶ τῇ πανοπλίᾳ βάδην, ὥστε τοὺς ἐν ταῖς τραγῳδίαις τυράννους πολύ τι προσοφείλειν.

ἦν μὲν οὖν καὶ φύσει σάρκινος, τότε δὲ καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι παρὰ φύσιν ἐπικεκαυμένος ἦν, ὥστε δοκεῖν ἐν πανηγύρει που διαιτᾶσθαι παραπλησίως τοῖς σιτευτοῖς βουσίν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προστατεῖν, ὧν οὐδʼ ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείς.

οὐ μὴν ἀλλʼ ἐπεὶ συνῆλθε τῷ βασιλεῖ καὶ διήκουσε τῶν ὑπὸ τοῦ στρατηγοῦ προτεινομένων, πολλάκις τὸν μηρὸν πατάξας, τοὺς θεοὺς καὶ τὴν τύχην ἐπικαλεσάμενος, οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν ἔφασκεν ἐν ᾗ συμβήσεται τὸν ἥλιον Ἀσδρούβαν βλέπειν ἅμα καὶ τὴν πατρίδα πυρπολουμένην·

καλὸν γὰρ ἐντάφιον εἶναι τοῖς εὖ φρονοῦσι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ.

ὥσθʼ ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δʼ εἰς τὸν χειρισμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν καταπλήττεσθαι καὶ τὴν ἀνανδρίαν·