Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πῶς δὲ παρὰ τούτοις τολμᾷ καθῆσθαι νῦν θαλλοὺς ἔχων πρὸς οὓς --- πολλάκις οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν, ἐν ᾗ συμβήσεται τὸν ἥλιον ἅμα καθορᾶν Ἀσδρούβαν ζῶντα καὶ τὴν πατρίδα πυρπολουμένην· οὐ μὴν ἀλλʼ ---

---γε το!εινε--- δ--- φυλα--- ο?ι? ουσ?α?ν? συ πεποιηκας αισχρως δεγεπονειδιστως ηδε --- ρω--- και --- τα τεκνα πράξομεν --- κα --- τ?α?υ?τ?α? π?α?λ?ι?ν? --- εις αυτην--- επω λενων το ---σ? ν ---ον --- υ --- πο --- ου --- τει λασα του?ς α?υ? --- τοισα --- τε παντας --- συμπαθεις γενομενους τηι περπ?ε?τ?εια και --- η --- ας της τυχης --- ν--- δοξαι διαμ?

κα?ι? ---χ---ς επεισαγαγο---δε---σδ---αυ ---της --- επειμιαν --- τι --- παρ --- καὶ δι --- νι ---τὸ δικ?αιον ευ --- ρων φησιν ὁ πολυβιος εγων οτι και τιν〈ο〉 --- ραν επι --- α?ν --- τούτου καλλιον--- ουτ --- και τοῦτʼ εἴρηται παρὰ τῷ ποιητῇ· καὶ ἐπιστρέψας ἐξ αὐτῆς καὶ λαβόμενός μου τῆς δεξιᾶς "ὦ Πολύβιε," ἔφη "καλὸν μέν, ἀλλʼ οὐκ οἶδʼ ὅπως ἐγὼ δέδια καὶ προορῶμαι μή ποτέ τις ἄλλος τοῦτο τὸ παράγγελμα δώσει περὶ τῆς ἡμετέρας πατρίδος·"

ταύτης δὲ δύναμιν πραγματικωτέραν καὶ νουνεχεστέραν οὐ ῥᾴδιον εἰπεῖν·

τὸ γὰρ ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ ταῖς τῶν ἐχθρῶν συμφοραῖς ἔννοιαν λαμβάνειν τῶν οἰκείων πραγμάτων καὶ τῆς ἐναντίας περιστάσεως καὶ καθόλου πρόχειρον ἔχειν ἐν ταῖς ἐπιτυχίαις τὴν τῆς τύχης ἐπισφάλειαν ἀνδρός ἐστι μεγάλου καὶ τελείου καὶ συλλήβδην ἀξίου μνήμης. —

ὁ δὲ Σκιπίων πόλιν ὁρῶν --- τότε ἄρδην τελευτῶσαν ἐς πανωλεθρίαν ἐσχάτην, λέγεται μὲν δακρῦσαι καὶ φανερὸς γενέσθαι κλαίων ὑπὲρ πολεμίων·

ἐπὶ πολὺ δʼ ἔννους ἐφʼ ἑαυτοῦ γενόμενός τε καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα, καὶ τοῦτʼ ἔπαθε μὲν Ἴλιον, εὐτυχής ποτε πόλις, ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπʼ ἐκείνοις ἀρχὴ μεγίστη γενομένη καὶ ἡ μάλιστα ἔναγχος ἐκλάμψασα ἡ Μακεδόνων, εἴτε ἑκών, εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους εἰπεῖν,

ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ

καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο. Πολυβίου δʼ αὐτὸν ἐρομένου σὺν παρρησίᾳ·