Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καθʼ ὧν προδιαδοὺς φήμην ὡς συμφρονούντων τοῖς ἐχθροῖς, παρέβαλε τοὺς ἀνθρώπους τοῖς ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλληφθέντας ἀπαχθῆναι δεδεμένους.

ἧκε δὲ καὶ Φίλων ὁ Θετταλὸς πολλὰ φιλάνθρωπα τοῖς Ἀχαιοῖς προτείνων·

ὧν ἀκούοντες συνέπραξάν τινες τῶν ἐκ τῆς χώρας, ἐν οἷς ἦν καὶ Στρατίος ἤδη γηραιὸς ὤν, ὃς ἐμπλεκόμενος καὶ λιπαρῶν ἐδεῖτο τοῦ Διαίου πεισθῆναι τοῖς ὑπὸ τοῦ Καικιλίου προτεινομένοις.

οἱ δὲ συνεδρεύσαντες τοῖς μὲν ὑπὸ τοῦ Φίλωνος λεγομένοις οὐ προσεῖχον·

οὐκ ἐνόμισαν γὰρ κοινὴν εἶναι τὴν σωτηρίαν, ἀλλʼ αὐτοὺς κατʼ ἰδίαν τὸ σφέτερον συμφέρον καὶ τὴν αὑτῶν ἀσφάλειαν ἐν πλείστῳ τιθεμένους ταῦτα λέγειν. διὸ πρὸς τοῦτον τὸν σκοπὸν ἐβουλεύσαντο περὶ τῶν ἐνεστώτων, εἰ καὶ πάντων ἅμα διήμαρτον.

σαφῶς γὰρ σφίσι τὰ πεπραγμένα συνειδότες οὐδαμῶς ἐδύναντο πιστεῦσαι διότι τύχοιεν ἄν τινος ἐλέου παρὰ Ῥωμαίων.

τὸ δʼ ὑπὲρ τῶν πραγμάτων καὶ τῆς τῶν πολλῶν σωτηρίας παθεῖν ὅ,τι δέοι γενναίως οὐδʼ ἐν νῷ καθάπαξ ἐλάμβανον· ὅπερ ἦν ἀνδρῶν φιλοδόξων καὶ προστατεῖν φασκόντων τῆς Ἑλλάδος.

ἀλλὰ γὰρ πῶς ἔμελλε καὶ πόθεν παραστήσεσθαι τοῦτο τὸ φρόνημα τοῖς προειρημένοις; ἦσαν γὰρ οἱ βουλευόμενοι Δίαιος καὶ Δαμόκριτος, ἄρτι τῆς καθόδου τετευχὼς διὰ τὴν ἐνεστῶσαν ἀκρισίαν, σὺν δὲ τούτοις Ἀλκαμένης, Θεοδέκτης, Ἀρχικράτης.

ὑπὲρ ὧν, τίνες ἦσαν καὶ τίνα φύσιν ἕκαστος εἶχε καὶ τίνα προαίρεσιν καὶ βίον, εἴρηται διὰ πλειόνων.

ὅθεν ἐν τοιούτοις ὄντος τοῦ διαβουλίου καὶ τὸ τέλος ἀκόλουθον ἐξέβη τῶν δοξάντων.

παραυτίκα μὲν οὖν συνέκλεισαν οὐ μόνον τοὺς περὶ τὸν Ἀνδρωνίδαν καὶ Λάγιον, ἀλλὰ καὶ τὸν ὑποστράτηγον Σωσικράτην, ἐπενέγκαντες αἰτίαν ὅτι προστατήσαι τοῦ διαβουλίου καὶ συναποφήναιτο πέμπειν πρὸς τὸν Καικίλιον καὶ συλλήβδην πάντων εἴη τῶν κακῶν αἴτιος·