Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον καὶ πάντες οἱ μετέχοντες αὐτοῖς τῆς αὐτῆς γνώμης· οὗτοι δʼ ἦσαν ὥσπερ ἐπίτηδες ἐξ ἑκάστης πόλεως κατʼ ἐκλογὴν οἱ χείριστοι καὶ τοῖς θεοῖς ἐχθροὶ καὶ λυμαινόμενοι τὸ ἔθνος·

καθάπερ ἡ παροιμία φησίν, οὐ μόνον τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί, καθόλου δὲ καὶ συλλήβδην παρέπαιον τοῖς λογισμοῖς.

ὑπέλαβον γὰρ τοὺς Ῥωμαίους διά τε τὰς ἐν τῇ Λιβύῃ καὶ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις δεδιότας τὸν ἀπὸ τῶν Ἀχαιῶν πόλεμον πᾶν ὑπομένειν καὶ πᾶσαν προΐεσθαι φωνήν.

διὸ νομίσαντες ἴδιον τὸ παρὸν ἀπεκρίθησαν φιλανθρώπως τοῖς πρεσβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀποστέλλειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες εἰς τὴν Τεγέαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμονίοις , ἵνα γένηταί τις ὡμολογημένη λύσις περὶ τοῦ πολέμου.

ταῦτα δʼ ἀποκριθέντες ἐν τοῖς ἑξῆς ἦγον ἐπὶ τὴν πάλαι προκειμένην αὐτοῖς ἄγνοιαν τὸ ταλαίπωρον ἔθνος.

καὶ τοῦτʼ εἰκότως συνέβαινε γίνεσθαι διʼ ἀπειρίαν καὶ κακίαν τῶν κρατούντων.

τὸ δὲ τέλος τῆς ἀπωλείας ἠνύσθη τοιῷδέ τινι τρόπῳ.

παραγενομένων γὰρ εἰς τὴν Τεγέαν τῶν περὶ τὸν Σέξτον καὶ τοὺς Λακεδαιμονίους ἐπισπασαμένων χάριν τοῦ σύμφωνον αὐτοῖς γενέσθαι πρὸς τοὺς Ἀχαιοὺς τήν τε περὶ τῶν προγεγονότων ἐγκλημάτων δικαιοδοσίαν καὶ τὴν κατὰ τὸν πόλεμον ἐποχήν, ἕως ἂν πέμψωσι Ῥωμαῖοι τοὺς περὶ τῶν ὅλων ἐπισκεψομένους,

συνεδρεύσαντες οἱ περὶ τὸν Κριτόλαον ἔκριναν τοὺς μὲν ἄλλους διακλῖναι τὴν ἀπάντησιν, τὸν δὲ Κριτόλαον προάγειν εἰς τὴν Τεγέαν.

ὁ μὲν οὖν προειρημένος ἤδη σχεδὸν ἀπηλπικότων τῶν περὶ τὸν Σέξτον ἦλθε,

γενομένης δὲ συγκαταστάσεως πρὸς τοὺς Λακεδαιμονίους εἰς οὐδὲν συγκατέβαινεν, φήσας οὐκ ἔχειν ἐξουσίαν οὐδὲν οἰκονομεῖν ἄνευ τῆς τῶν πολλῶν γνώμης· ἐπανοίσειν δὲ τοῖς Ἀχαιοῖς εἰς τὴν ἑξῆς ἔφη σύνοδον, ἣν ἔδει γενέσθαι μετὰ μῆνας ἕξ.

διὸ σαφῶς ἐπιγνόντες οἱ περὶ τὸν Σέξτον ἐθελοκακοῦντα τὸν Κριτόλαον καὶ δυσχεραίνοντες ἐπὶ τοῖς ἀπαντωμένοις τοὺς μὲν Λακεδαιμονίους ἀπέλυσαν εἰς τὴν οἰκείαν, αὐτοὶ δʼ ἐπανῆγον εἰς τὴν Ἰταλίαν, κατεγνωκότες ἄγνοιαν καὶ μανίαν τοῦ Κριτολάου.

ὁ δὲ Κριτόλαος χωρισθέντων τούτων ἐπιπορευόμενος κατὰ τὸν χειμῶνα τὰς πόλεις ἐκκλησίας συνῆγε, προφάσει μὲν χρώμενος ὅτι βούλεται τὰ ῥηθέντα πρὸς τοὺς Λακεδαιμονίους καὶ πρὸς τοὺς ἐν τῇ Τεγέᾳ διασαφεῖν αὐτοῖς,

τῇ δʼ ἀληθείᾳ κατηγορίαν ποιούμενος Ῥωμαίων καὶ πᾶν τὸ λεγόμενον ὑπʼ ἐκείνων ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος,

ἐξ ὧν δυσμένειαν καὶ μῖσος ἐνειργάζετο τοῖς ὄχλοις.