Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

φαίνεσθαι τοῖς ἐγκαλουμένοις εἰ δὲ δόντων αὐτῶν τῶν Καρχηδονίων τὴν ἐπιτροπὴν ὥστε βουλεύεσθαι Ῥωμαίους ὅ, τι ποτὲ φαίνοιτο περὶ αὐτῶν, οὕτω κατὰ τὴν ἐξουσίαν, ὥς ποτε δοκοῖ σφίσι, τὸ κριθὲν ἐπέταττον καὶ παρήγγελλον, οὐκέτι τὸ γινόμενον ἀσεβήματι παραπλήσιον εἶναι καὶ μὴν οὐδὲ παρασπονδήματι μικροῦ δεῖν· ἔνιοι δʼ ἔφασαν οὐκ ἀδικήματι τὸ παράπαν·

τριῶν γὰρ οὐσῶν διαφορῶν, εἰς ἃς τὸ πᾶν ἔγκλημα φύσει καταντᾶν, εἰς οὐδεμίαν ἐμπίπτειν τούτων τὸ γινόμενον ὑπὸ Ῥωμαίων·

ἀσέβημα μὲν γὰρ εἶναι τὸ περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τεθνεῶτας ἁμαρτάνειν, παρασπόνδημα δὲ τὸ παρὰ τὰς ἐνόρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον, ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ τοὺς ἐθισμοὺς ἐπιτελούμενον·

ὧν οὐδὲν κατὰ τὸ παρὸν ἐνόχους εἶναι Ῥωμαίους· οὐ γὰρ εἰς τοὺς θεοὺς οὐδʼ εἰς τοὺς γονεῖς οὐδʼ εἰς τοὺς τεθνεῶτας ἐξαμαρτάνειν, οὐδὲ μὴν ὅρκους οὐδὲ συνθήκας παραβαίνειν, τὸ δʼ ἐναντίον αὐτοὺς ἐγκαλεῖν τοῖς Καρχηδονίοις ὅτι παραβεβήκασι.

καὶ μὴν οὐδὲ νόμους οὐδʼ ἐθισμοὺς οὐδὲ τὴν κατʼ ἰδίαν πίστιν ἀθετεῖν· λαβόντας γὰρ τὴν ἐπιτροπὴν παρʼ ἑκόντων ὃ βούλοιντο πράττειν, οὐ πειθαρχούντων τοῖς παραγγελλομένοις, οὕτως αὐτοῖς προσάγειν τὴν ἀνάγκην.

περὶ μὲν οὖν Ῥωμαίων καὶ Καρχηδονίων ταῦτʼ ἐλέγετο·

περὶ δὲ τοῦ Ψευδοφιλίππου τὸ μὲν πρῶτον οὐδʼ ἀνεκτὸς ὁ λόγος ἐφαίνετο· πάρεστί τις ἐπὶ τὴν Μακεδονίαν ἀεροπετὴς Φίλιππος, καταφρονήσας οὐ μόνον Μακεδόνων ἀλλὰ καὶ Ῥωμαίων, οὐδεμίαν ἀφορμὴν εὔλογον ἔχων πρὸς τὴν ἐπιβολήν,

ἅτε γινωσκομένου τοῦ κατʼ ἀλήθειαν Φιλίππου διότι σχεδὸν ὀκτωκαίδεκα γεγονὼς ἐτῶν μετήλλαξε τὸν βίον ἐν Ἄλβᾳ τῆς Ἰταλίας δυσὶν ὕστερον ἔτεσιν αὐτοῦ τοῦ Περσέως.

μετὰ δὲ μῆνας τρεῖς ἢ τέτταρας προσπεσούσης φήμης διότι νενίκηκε μάχῃ τοὺς Μακεδόνας πέραν τοῦ Στρυμόνος κατὰ τὴν Ὀδομαντικήν, τινὲς μὲν ἀπεδέχοντο τὸν λόγον, οἱ δὲ πλείους ἀκμὴν ἠπίστουν.

μετʼ οὐ πολὺ δὲ πάλιν ἅμα τοῦ λόγου προσπίπτοντος ὅτι νικᾷ μάχῃ τοὺς Μακεδόνας ἐπὶ τάδε τοῦ Στρυμόνος καὶ πάσης Μακεδονίας κρατεῖ, καὶ Θετταλῶν γράμματα καὶ πρεσβευτὰς πεμψάντων πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλούντων βοηθεῖν, ὡς καὶ περὶ αὐτοὺς ὑπάρχοντος κινδύνου, θαυμαστὸν ἐφάνη καὶ παράδοξον τὸ γεγονός·

οὐδεμία γὰρ οὔτε πιθανότης οὔτʼ εὐλογία προυφαίνετο περὶ τοῦ συμβεβηκότος. τοιαῦται μὲν οὖν περὶ τούτων ἦσαν διαθέσεις.

ὅτι προσπεσόντων εἰς τὴν Πελοπόννησον γραμμάτων τοῖς Ἀχαιοῖς παρὰ τοῦ Μανιλίου διότι καλῶς ποιήσουσι Πολύβιον τὸν Μεγαλοπολίτην ἐκπέμψαντες μετὰ σπουδῆς εἰς Λιλύβαιον, ὡς χρείας οὔσης αὐτοῦ δημοσίων ἕνεκεν πραγμάτων, ἔδοξε τοῖς Ἀχαιοῖς ἐκπέμπειν ἀκολούθως τοῖς ὑπὸ τοῦ ὑπάτου γεγραμμένοις.

ἡμεῖς δὲ νομίζοντες ἑαυτοῖς καθήκειν κατὰ πολλοὺς τρόπους τὸ πειθαρχεῖν Ῥωμαίοις, πάντα τἄλλα πάρεργα θέμενοι θερείας ἀρχομένης ἐξεπλεύσαμεν.

ἀφικόμενοι δʼ εἰς Κέρκυραν καὶ καταλαβόντες αὐτοῦ γράμματα παρὰ τῶν ὑπάτων προσπεπτωκότα τοῖς Κερκυραίοις, ἐν οἷς διεσάφουν ὅτι τοὺς μὲν ὁμήρους ἤδη παραδεδώκασιν αὐτοῖς οἱ Καρχηδόνιοι, πάντως ἕτοιμοι δʼ εἰσὶν αὐτοῖς πειθαρχεῖν,

νομίσαντες διαλελύσθαι τὸν πόλεμον καὶ μηκέτι χρείαν ἡμῶν εἶναι μηδεμίαν, αὖθις ἀπεπλεύσαμεν εἰς τὴν Πελοπόννησον. —