Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Μακεδόνες μὲν γὰρ ὑπὸ Ῥωμαίων πολλῶν καὶ μεγάλων ἐτετεύχεισαν φιλανθρωπιῶν, κοινῇ μὲν πάντες ἀπολυθέντες μοναρχικῶν ἐπιταγμάτων καὶ φόρων καὶ μεταλαβόντες ἀπὸ δουλείας ὁμολογουμένως ἐλευθερίαν, ἰδίᾳ δὲ πάλιν κατὰ πόλεις ἐκλυθέντες ἐκ μεγάλων στάσεων καὶ φόνων ἐμφυλίων διὰ τῆς Ῥωμαίων --- φιλοτ?ιμίας· --- ἅ?μ?α? δυσμενείας μ?ὲ?ν? ἢ βλάβης τῆς ἐν τοῖς πρότερον καιροῖς πρὸς Ῥωμαίους ἔτι γεύ ---φιλ--- πόλεως· ὑπὸ δὲ τοῦ Ψευδοφιλίππου πρῶτον μὲν πρ--- ε?ξ?ε?τ?ο?ι? διῄτ--- πολλοὺς μὲν ἀν ---φρ--- πλείστους ἐπεῖδον αὐτῶν ἐν πάνυ βραχεῖ χρόνῳ φυγαδευθέντας καὶ στρεβλωθέντας καὶ φονευθέντας ἢ τῶν ἐν τοῖς π?ρ?ό?τ?ε?ρ?ο?ν? καιροῖς ὑπὸ τῶν κατʼ ἀλήθειαν β?α?σι --- ἤδη τοῦτο γε ε?χ? --- ῶς απαντ?ε?σ?ι? ἐπὶ το --- εἴ ---αι τῶν ἐξ ἀρχῆς βασιλέων, ὡς --- ὑβρίζ--- καὶ --- πλείστο?ι?σ? ε?μ?ο?σ? τῶν βρ--- καὶ --- Ῥωμαίων στρατοπεδεύματος ἐξ αὐτῆς μεταμέλοι· ἐν ἀδικ--- τῶν πρὸ τοῦ Ψευδοφιλίππου μὲν εἰς αὐτοὺς παρανομημάτων· ο?ἱ? δ?ὲ? τ?ὸ? ---

--- π?ο?λ?λ?ῶ?ν? τ?ε? μ?ε?τ?ὰ? μὲν τοῦ Δημητρίου καὶ πάλιν μετὰ Περσέως μαχόμενοι πρὸς Ῥωμαίους ἡττήθησαν, ἀνδρὶ δὲ στυγνῷ συναγωνιζόμενοι καὶ περὶ τῆς τούτου βασιλείας ἀνδραγαθήσαντες ἐνίκησαν Ῥωμαίους.

ἐξ ὧν τίς οὐκ ἂν ἐπαπορήσειεν ἐπὶ τῷ συμβάντι; τὴν γὰρ αἰτίαν εὑρεῖν τούτων δυσχερές.

διόπερ ἄν τις ἐπὶ τῶν τοιούτων διαθέσεων δαιμονοβλάβειαν εἴπειε τὸ γεγονὸς καὶ μῆνιν ἐκ θεῶν ἅπασι Μακεδόσιν ἀπηντῆσθαι. δῆλον δʼ ἔστιν ἐκ τῶν λέγεσθαι μελλόντων.

Μούσειον, τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ· Πολύβιος τριακοστῷ ἑβδόμῳ.

ὅτι ἡ λη# βίβλος περιέχει τὴν συντέλειαν τῆς τῶν Ἑλλήνων ἀτυχίας.

καίπερ γὰρ τῆς Ἑλλάδος καὶ καθόλου καὶ κατὰ μέρος πλεονάκις ἐπταικυίας, ὅμως οὐδʼ ὁποίοις ἄν τις τῶν πρότερον ἐλαττωμάτων οἰκειότερον ἐφαρμόσαι τὸ τῆς ἀτυχίας ὄνομα καὶ τὴν ἔννοιαν ταύτην ὡς τοῖς καθʼ ἡμᾶς γεγονόσιν.

οὐ γὰρ μόνον ἀφʼ ὧν ἔπαθον ἐλεήσαι τις ἂν τοὺς Ἕλληνας, ἔτι δὲ μᾶλλον ἐφʼ οἷς ἔπραξαν ἠτυχηκέναι νομίσειε, πυθόμενος περὶ ἑκάστων τὰς ἀληθείας.