Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
παιδείας δὲ καὶ φιλοσοφίας καὶ τῶν ἐν τούτοις θεωρημάτων ἄπειρος εἰς τέλος ἦν
καὶ συλλήβδην τοῦ καλοῦ τί ποτʼ ἔστιν οὐδʼ ἔννοιαν εἶχε, Σαρδαναπάλλου δὲ βάρβαρον βίον ἔζη καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ.
τοιγαροῦν ἅμα τῷ δράξασθαι βραχείας ἐλπίδος τὸ τῶν βασιλευομένων πλῆθος ἀμετάκλητον ὁρμὴν ἔσχεν εἰς τὸ μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βασιλέως, ἀλλὰ καὶ τιμωρίαν βούλεσθαι παρʼ αὐτοῦ λαμβάνειν.
ὅτι Μασανάσσης ὁ ἐν Λιβύῃ τῶν Νομάδων βασιλεὺς ἀνὴρ ἦν τῶν καθʼ ἡμᾶς βασιλέων ἄριστος καὶ μακαριώτατος,
ὃς ἐβασίλευσεν ἔτη πλείω τῶν ἑξήκονθʼ, ὑγιεινότατος ὢν καὶ πολυχρονιώτατος· ἐνενήκοντα γὰρ ἐτῶν ἐγεγόνει.
ἐγένετο δὲ καὶ δυναμικώτατος τῶν καθʼ αὑτὸν κατὰ τὴν σωματικὴν ἕξιν, ὅς, ὅτε μὲν στῆναι δέοι, στὰς ἐν τοῖς αὐτοῖς ἴχνεσι διʼ ἡμέρας ἔμενε, καθεζόμενος δὲ πάλιν οὐκ ἠγείρετο.
καὶ τὴν ἐπὶ τῶν ἱππικῶν κακοπάθειαν ἡμέραν καὶ νύκτα συνεχῶς διακαρτερῶν οὐδὲν ἔπασχεν. σημεῖον δὲ τῆς σωματικῆς αὐτοῦ δυνάμεως·