Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀφικόμενοι δʼ εἰς Κέρκυραν καὶ καταλαβόντες αὐτοῦ γράμματα παρὰ τῶν ὑπάτων προσπεπτωκότα τοῖς Κερκυραίοις, ἐν οἷς διεσάφουν ὅτι τοὺς μὲν ὁμήρους ἤδη παραδεδώκασιν αὐτοῖς οἱ Καρχηδόνιοι, πάντως ἕτοιμοι δʼ εἰσὶν αὐτοῖς πειθαρχεῖν,

νομίσαντες διαλελύσθαι τὸν πόλεμον καὶ μηκέτι χρείαν ἡμῶν εἶναι μηδεμίαν, αὖθις ἀπεπλεύσαμεν εἰς τὴν Πελοπόννησον. —

οὐ χρὴ δὲ θαυμάζειν ἐὰν ποτὲ μὲν τῷ κυρίῳ σημαίνωμεν αὑτοὺς ὀνόματι, ποτὲ δὲ ταῖς κοιναῖς ἐμφάσεσιν, οἷον οὕτως "ἐμοῦ δὲ ταῦτʼ εἰπόντοσ"

καὶ πάλιν "ἡμῶν δὲ συγκαταθεμένων." ἐπὶ πολὺ γὰρ ἐμπεπλεγμένων ἡμῶν εἰς τὰς μετὰ ταῦτα μελλούσας ἱστορεῖσθαι πράξεις, ἀναγκαῖόν ἐστι μεταλαμβάνειν τὰς περὶ αὑτῶν σημασίας, ἵνα μήτε τοὔνομα συνεχῶς προφερόμενοι προσκόπτωμεν ταυτολογοῦντες μήτε πάλιν "ἐμοῦ" καὶ "διʼ ἐμέ" παρʼ ἕκαστον λέγοντες λάθωμεν εἰς φορτικὴν διάθεσιν ἐμπίπτοντες,

ἀλλὰ συγχρώμενοι πᾶσι τούτοις καὶ μεταλαμβάνοντες ἀεὶ τὸ τῷ καιρῷ πρέπον ἐφʼ ὅσον οἷόν τε διαφεύγωμεν τὸ λίαν ἐπαχθὲς τῆς περὶ αὑτῶν λαλιᾶς,