Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Πολύβιος· ἐνέπεσε δέ τις ὁρμὴ τῷ Σκιπίωνι καὶ διαπόρησις, εἰ δεῖ συμβαλεῖν καὶ μονομαχῆσαι πρὸς τὸν βάρβαρον. —

Πολύβιος --- καὶ ἀλλαχοῦ· ὁ δʼ ἵππος ὁ τοῦ Σκιπίωνος ἐδυσχρήστησε μὲν ὑπὸ τῆς πληγῆς, οὐ μὴν ὁλοσχερῶς ἐσφάλμησε. διόπερ ὀρθὸς ἀπέπεσεν ἐπὶ τὴν γῆν ὁ Σκιπίων· Πολύβιος.

ὑπὲρ δὲ τῶν ἐξ Ἀχαΐας φυγάδων ἐντευχθεὶς διὰ Πολύβιον ὑπὸ Σκιπίωνος, ὡς πολὺς ἐν τῇ συγκλήτῳ λόγος ἐγίνετο, τῶν μὲν διδόντων κάθοδον αὐτοῖς, τῶν δʼ ἐνισταμένων, ἀναστὰς ὁ Κάτων "

ὥσπερ οὐκ ἔχοντεσ" εἶπεν "ὃ πράττωμεν, καθήμεθα τὴν ἡμέραν ὅλην περὶ γεροντίων Γραικῶν ζητοῦντες, πότερον ὑπὸ τῶν παρʼ ἡμῖν ἢ τῶν ἐν Ἀχαΐᾳ νεκροφόρων ἐκκομισθῶσι.

" ψηφισθείσης δὲ τῆς καθόδου τοῖς ἀνδράσιν, ἡμέρας ὀλίγας οἱ περὶ τὸν Πολύβιον διαλιπόντες αὖθις ἐπεχείρουν εἰς τὴν σύγκλητον εἰσελθεῖν, ὅπως ἃς πρότερον εἶχον ἐν Ἀχαΐᾳ τιμὰς οἱ φυγάδες ἀναλάβοιεν, καὶ τοῦ Κάτωνος ἀπεπειρῶντο τῆς γνώμης.

ὁ δὲ μειδιάσας ἔφη τὸν Πολύβιον, ὥσπερ τὸν Ὀδυσσέα, βούλεσθαι πάλιν εἰς τὸ τοῦ Κύκλωπος σπήλαιον εἰσελθεῖν, τὸ πιλίον ἐκεῖ καὶ τὴν ζώνην ἐπιλελησμένον

ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐκ ἐν ἀγωνίσματι κεχρήμεθα προφερόμενοι τοὺς κατὰ μέρος λόγους, τοιαύτης ὑποθέσεως ἐπειλημμένοι καὶ τηλικαύτης πράξεως·

ὅπερ οἱ πλεῖστοι ποιοῦσι τῶν συγγραφέων, εἰς ἀμφότερα τὰ μέρη διατιθέμενοι τοὺς ἐνόντας λόγους.

ἐγὼ δὲ διότι μὲν οὐκ ἀποδοκιμάζω τοῦτο τὸ μέρος, ἐν πλείοσι τόποις τῆς ἱστορίας δῆλον πεποίημαι, πολλάκις ἀπηγγελκὼς δημηγορίας καὶ συντάξεις ἀνδρῶν πολιτικῶν·

ὅτι δʼ οὐκ ἐκ παντὸς τρόπου τοῦτο προαιροῦμαι πράττειν, νῦν ἔσται συμφανές· οὔτε γὰρ ὑπόθεσιν ἐπιφανεστέραν ταύτης εὑρεῖν ῥᾴδιον οὔθʼ ὕλην πλείω καὶ παράθεσιν.

καὶ μὴν οὐδὲ προχειρότερον ἕτερον ἐμοὶ τῆς τοιαύτης παρασκευῆς.

ἀλλʼ οὔτε τοῖς πολιτικοῖς ἀνδράσιν οἶμαι πρέπειν πρὸς πᾶν τὸ προτεθὲν διαβούλιον εὑρησιλογεῖν καὶ διεξοδικοῖς χρῆσθαι λόγοις, ἀλλʼ ἀεὶ τοῖς ἁρμόζουσι πρὸς τὸν ὑποκείμενον καιρόν,

οὔτε τοῖς ἱστοριογράφοις ἐμμελετᾶν τοῖς ἀκούουσιν οὐδʼ ἐναποδείκνυσθαι τὴν αὑτῶν δύναμιν, ἀλλὰ τὰ κατʼ ἀλήθειαν ῥηθέντα καθʼ ὅσον οἷόν τε πολυπραγμονήσαντας διασαφεῖν, καὶ τούτων τὰ καιριώτατα καὶ πραγματικώτατα. —

πάλαι δὲ τούτου κεκυρωμένου βεβαίως ἐν ταῖς ἑκάστων γνώμαις καιρὸν ἐζήτουν ἐπιτήδειον καὶ πρόφασιν εὐσχήμονα πρὸς τοὺς ἐκτός.