Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τέλος δὲ καὶ τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐν ἀμηχανίαις ὄντων τί τὸ πέρας ἔσται τῆς τῶν νέων ἀναισχυντίας — τούτῳ γὰρ ἠναγκάζοντο χρῆσθαι τῷ ῥήματι διὰ τὰ συμβαίνοντα — Πόπλιος Κορνήλιος [Ἀφρικανός],

νέος μὲν ὤν, δοκῶν δὲ σύμβουλος γεγονέναι τοῦ πολέμου, τὴν ἐπὶ καλοκἀγαθίᾳ καὶ σωφροσύνῃ δόξαν ὁμολογουμένην πεποιημένος,

τῆς δʼ ἐπʼ ἀνδρείᾳ φήμης προσδεόμενος, θεωρῶν τὴν σύγκλητον ἀπορουμένην, ἀναστὰς εἶπεν εἴτε χιλίαρχον εἴτε πρεσβευτὴν πέμπειν αὐτὸν εἰς τὴν Ἰβηρίαν μετὰ τῶν ὑπάτων ἐξεῖναι· πρὸς ἀμφότερα γὰρ ἑτοίμως ἔχειν.

καίτοι γʼ ἔφη κατʼ ἰδίαν μὲν αὑτῷ τὴν εἰς Μακεδονίαν ἔξοδον ἅμα μὲν ἀσφαλεστέραν ἅμα δʼ οἰκειοτέραν

εἶναι· συνέβαινε γὰρ τότε τοὺς Μακεδόνας ἐπʼ ὀνόματος καλεῖν τὸν Σκιπίωνα διαλύσοντα τὰς ἐν αὐτοῖς στάσεις·

ἀλλὰ τοὺς τῆς πατρίδος καιροὺς ἔφη κατεπείγειν μᾶλλον καὶ καλεῖν εἰς τὴν Ἰβηρίαν τοὺς ἀληθινῶς φιλοδοξοῦντας.

πᾶσιν δὲ παραδόξου φανείσης τῆς ἐπαγγελίας καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν ἄλλην εὐλάβειαν, παραυτίκα μὲν εὐθέως συνέβη μεγάλην ἀποδοχὴν γενέσθαι τοῦ Σκιπίωνος, ἔτι δὲ μᾶλλον ταῖς ἑξῆς ἡμέραις·