Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ τὸ μισθοφορικόν, βαρὺ καὶ πολὺ καὶ ἀνάγωγον· ἐξ ἔθους γὰρ παλαιοῦ ξένους ἔτρεφον τοὺς τὰ ὅπλα ἔχοντας, ἄρχειν μᾶλλον ἢ ἄρχεσθαι δεδιδαγμένους διὰ τὴν τῶν βασιλέων οὐδένειαν.

τρίτον δʼ ἦν γένος τὸ τῶν Ἀλεξανδρέων, οὐδʼ αὐτὸ εὐκρινῶς πολιτικὸν διὰ τὰς αὐτὰς αἰτίας, κρεῖττον δʼ ἐκείνων ὅμως·

καὶ γὰρ εἰ μιγάδες, Ἕλληνες ὅμως ἀνέκαθεν ἦσαν καὶ ἐμέμνηντο τοῦ κοινοῦ τῶν Ἑλλήνων ἔθους. ἠφανισμένου δὲ καὶ τούτου τοῦ πλήθους,

μάλιστα ὑπὸ τοῦ Εὐεργέτου τοῦ Φύσκωνος, καθʼ ὃν ἧκεν εἰς τὴν Ἀλεξάνδρειαν ὁ Πολύβιος —

καταστασιαζόμενος γὰρ ὁ Φύσκων πλεονάκις τοῖς στρατιώταις ἐφίει τὰ πλήθη καὶ διέφθειρε —

, τοιούτων δή, φησίν, ὄντων τῶν ἐν τῇ πόλει, λοιπὸν ἦν τῷ ὄντι τὸ τοῦ ποιητοῦ

Αἴγυπτόνδʼ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε.

πύρινος πόλεμος, ὁ Ῥωμαίων πρὸς τοὺς Κελτίβηρας συσταθείς. θαυμαστὴν γὰρ ἔσχε τὴν ἰδιότητα τήν τε συνέχειαν τῶν ἀγώνων.

τοὺς γὰρ κατὰ τὴν Ἑλλάδα πολέμους καὶ τοὺς κατὰ τὴν Ἀσίαν ὡς ἐπίπαν μία μάχη κρίνει, σπανίως δὲ δευτέρα, καὶ τὰς μάχας αὐτὰς εἷς καιρὸς ὁ κατὰ τὴν πρώτην ἔφοδον καὶ σύμπτωσιν τῆς δυνάμεως·

κατὰ δὲ τοῦτον τὸν πόλεμον τἀναντία συνέβαινε τοῖς προειρημένοις.