Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ Δημήτριον δέ φησι, τὸν ἐκ τῆς Ῥώμη ὁμηρείαν διαφυγόντα, ἐν τῇ τρίτῃ καὶ τριακοστῇ βασιλεύσαντα Σύρων πολυπότην ὄντα τὸ πλεῖστον τῆς ἡμέρας μεθύσκεσθαι.

ὅτι ὅταν ἅπαξ οἱ πολλοὶ σχῶσιν ὁρμὴν πρὸς τὸ φιλεῖν ἢ μισεῖν τινας ὑπερβαλλόντως, πᾶσα πρόφασις ἱκανὴ γίνεται πρὸς τὸ συντελεῖν τὰς αὑτῶν προθέσεις. —

ἀλλὰ γὰρ ὀκνῶ μή ποτʼ εἰς τὸ περιφερόμενον ἐμπεσὼν λάθω, πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστερος ἢ ὁ τὸ κόσκινον ὑπέχων· δοκῶ γὰρ δὴ κἀγὼ πρὸς ὁμολογουμένην ψευδολογίαν ἀκριβολογούμενος καὶ τὸν ἐπιμετροῦντα λόγον εἰσφέρων παραπλήσιόν τι ποιεῖν.

διὸ καὶ μάτην τελέως περὶ τούτων λέγειν, εἰ μή τις καὶ γράφειν ἐνύπνια βούλεται καὶ θεωρεῖν ἐγρηγορότος ἐνύπνια.

οἱ δʼ ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν,

καθάπερ Ἔφορός τε ἐποίησε καὶ Πολύβιος. —

Πολύβιος --- φήσας περὶ τῶν Ἑλληνικῶν καλῶς μὲν Εὔδοξον, κάλλιστα δʼ Ἔφορον ἐξηγεῖσθαι περὶ κτίσεων,

συγγενειῶν, μεταναστάσεων, ἀρχηγετῶν, ἡμεῖς δέ, φησί, τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ θέσεως τόπων καὶ διαστημάτων·

τοῦτο γάρ ἐστιν οἰκειότατον χωρογραφίᾳ.

ἀλλὰ μὴν σύγε, ὦ Πολύβιε, ὁ τὰς λαοδογματικὰς ἀποφάσεις περὶ τῶν διαστημάτων εἰσάγων οὐκ ἐν τοῖς ἔξω τῆς Ἑλλάδος μόνον, ἀλλὰ καὶ ἐν τοῖς Ἑλληνικοῖς καὶ διδοῖς εὐθύνας τὰς μὲν Ποσειδωνίῳ, τὰς δʼ Ἀρτεμιδώρῳ, τὰς δʼ ἄλλοις πλείοσι. —

Πολύβιος οὖν ὁ ἱστοριογράφος πεπραγμάτευται βιβλίον, ὃ ἐπιγραφὴν ἔχει "περὶ τῆς ὑπὸ τὸν ἰσημερινὸν οἰκήσεωσ". αὕτη δέ ἐστιν ἐν μέσῃ τῇ διακεκαυμένῃ ζώνῃ.

καί φησιν οἰκεῖσθαι τοὺς τόπους καὶ εὐκρατοτέραν ἔχειν τὴν οἴκησιν τῶν περὶ τὰ πέρατα τῆς διακεκαυμένης ζώνης κατοικούντων. καὶ ἃ μὲν ἱστορίας φέρει τῶν κατωπτευκότων τὰς οἰκήσεις καὶ ἐπιμαρτυρούντων τοῖς φαινομένοις, ἃ δὲ ἐπιλογίζεται ἐπὶ τῆς φυσικῆς περὶ τὸν ἥλιον ὑπαρχούσης κινήσεως.

ὁ γὰρ ἥλιος περὶ μὲν τοὺς τροπικοὺς κύκλους πολὺν ἐπιμένει χρόνον κατά τε τὴν πρόσοδον τὴν πρὸς αὐτοὺς καὶ τὴν ἀποχώρησιν, ὥστε σχεδὸν ἐφʼ ἡμέρας τετταράκοντα μένει πρὸς αἴσθησιν ἐπὶ τῶν τροπικῶν κύκλων.

[διʼ ἣν αἰτίαν καὶ τὰ μεγέθη τῶν ἡμερῶν σχεδὸν ἐφʼ ἡμέρας μ# τὰ αὐτὰ διαμένει.] ὅθεν ἐπιμονῆς γινομένης πρὸς τὰς οἰκήσεις τὰς κειμένας ὑπὸ τοὺς τροπικοὺς ἀνάγκη ἐκπυροῦσθαι τὴν οἴκησιν καὶ ἀοίκητον γίνεσθαι διὰ τὴν τοῦ καύματος ὑπερβολήν.