Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα πρέσβεις, οἳ καὶ συμμίξαντες αὐτῷ περὶ Κάδους καὶ κοινολογηθέντες περὶ τῶν πραγμάτων ὥρμησαν πρὸς τὸν Προυσίαν.

ἐπειδὴ δὲ συνέμιξαν, διεσάφουν αὐτῷ τὰ παρὰ τῆς συγκλήτου μετὰ πολλῆς ἀνατάσεως.

ὁ δὲ Προυσίας ἔνια μὲν τῶν προσταττομένων προσεδέχετο, τοῖς δὲ πλείστοις ἀντέλεγε.

διόπερ οἱ Ῥωμαῖοι προσκόψαντες αὐτῷ τήν τε φιλίαν ἀπείπαντο καὶ τὴν συμμαχίαν, καὶ πάντες ἐξ αὐτῆς ἀπηλλάττοντο πάλιν ὡς τὸν Ἄτταλον.

ὁ δὲ Προυσίας μετανοήσας μέχρι μέν τινος ἐπηκολούθει λιπαρῶν, ἐπεὶ δʼ οὐδὲν ἤνυεν, ἀπαλλαγεὶς ἐν ἀμηχανίαις ἦν.

οἱ δὲ Ῥωμαῖοι τὸν μὲν Ἄτταλον ἐκέλευον προκαθίσαντα τῆς αὑτοῦ χώρας μετὰ δυνάμεως αὐτὸν μὲν μὴ κατάρχειν τοῦ πολέμου, ταῖς δὲ πόλεσι ταῖς αὑτοῦ καὶ ταῖς κώμαις τὴν ἀσφάλειαν παρασκευάζειν·

αὐτοὶ δὲ μερίσαντες σφᾶς αὐτούς, οἱ μὲν ἔπλεον κατὰ σπουδὴν ἀπαγγελοῦντες τῇ συγκλήτῳ τὴν ἀπείθειαν τοῦ Προυσίου, τινὲς δʼ ἐπὶ τῆς Ἰωνίας ἐχωρίσθησαν, ἕτεροι δʼ ἐφʼ Ἑλλησπόντου καὶ τῶν κατὰ τὸ Βυζάντιον τόπων, μίαν ἔχοντες καὶ τὴν αὐτὴν πρόθεσιν ἅπαντες,

ἀπὸ μὲν τῆς Προυσίου φιλίας καὶ συμμαχίας ἀποκαλεῖν τοὺς ἀνθρώπους, Ἀττάλῳ δὲ προσνέμειν τὴν εὔνοιαν καὶ συμμαχεῖν κατὰ δύναμιν. —

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀθήναιος κατέπλευσε ναυσὶ καταφράκτοις ὀγδοήκοντα·

ὧν αἱ πέντε μὲν τετρήρεις ἦσαν Ῥοδίων τῶν ἀποσταλεισῶν εἰς τὸν Κρητικὸν πόλεμον, εἴκοσι δὲ Κυζικηνῶν, ἑπτὰ δʼ ἐπὶ ταῖς εἴκοσι τῶν περὶ τὸν Ἄτταλον, αἱ δὲ λοιπαὶ τῶν ἄλλων συμμάχων.

ποιησάμενος δὲ τὸν πλοῦν ἐφʼ Ἑλλησπόντου καὶ συνάψας ταῖς πόλεσι ταῖς ὑπὸ Προυσίαν ταττομέναις ἀποβάσεις τε συνεχεῖς ἐποιεῖτο καὶ κακῶς διετίθει τὴν χώραν.

ἡ δὲ σύγκλητος διακούσασα τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν ἀνακεχωρηκότων ἐξ αὐτῆς τρεῖς ἄλλους ἀπέστειλεν, Ἄππιόν τε τὸν Κλαύδιον καὶ Λεύκιον Ὄππιον καὶ Αὖλον Ποστόμιον.

οἳ καὶ παραγενόμενοι πρὸς τὴν Ἀσίαν διέλυσαν τὸν πόλεμον, εἰς τὰς τοιαύτας συνθήκας ἐπαγαγόμενοι τοὺς βασιλέας ἀμφοτέρους,

ὥστε παραχρῆμα μὲν εἴκοσι καταφράκτους νῆας ἀποδοῦναι Προυσίαν Ἀττάλῳ, πεντακόσια δὲ τάλαντα κατενεγκεῖν ἐν ἔτεσιν εἴκοσι·

τὴν δὲ χώραν ἀμφοτέρους ἔχειν ἣν καὶ πρότερον εἶχον, ὅτʼ εἰς τὸν πόλεμον ἐνέβαινον.

διορθώσασθαι δὲ Προυσίαν καὶ τὴν καταφθορὰν τῆς χώρας τῆς τε Μηθυμναίων καὶ τῶν Αἰγαιέων καὶ τῆς Κυμαίων καὶ Ἡρακλειωτῶν, ἑκατὸν τάλαντα δόντα τοῖς προειρημένοις.

γραφεισῶν δʼ ἐπὶ τούτοις τῶν συνθηκῶν, ἀπῆγον τὰς δυνάμεις εἰς τὴν οἰκείαν οἱ περὶ τὸν Ἄτταλον, τὰς ναυτικὰς καὶ τὰς πεζικάς.

καὶ τῆς μὲν Ἀττάλου καὶ Προυσίου διαφορᾶς τοιοῦτος ὅ τε κατὰ μέρος χειρισμὸς ἐγενήθη τῶν πράξεων