Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μέντοι πολλῶν προσεδεήθη λόγων, ἀλλʼ εὐθέως καταστήσασα πρεσβευτὰς συνεξαπέστελλε τῷ προειρημένῳ τοὺς περὶ Γάιον Κλαύδιον Κέντωνα καὶ Λεύκιον Ὁρτήσιον καὶ Γάιον Αὐρογκολήιον, ἐντολὰς δοῦσα κωλύειν τὸν Προυσίαν Ἀττάλῳ πολεμεῖν.

παρεγένοντο δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις εἰς Ῥώμην ὑπὲρ τῶν κατεχομένων οἱ περὶ Ξένωνα τὸν Αἰγιέα καὶ Τηλεκλέα τὸν Αἰγειράτην.

ὧν ποιησαμένων λόγους ἐν τῇ συγκλήτῳ, καὶ τοῦ διαβουλίου προτεθέντος, παρʼ ὀλίγον ἦλθον ἀπολῦσαι τοὺς κατῃτιαμένους οἱ τοῦ συνεδρίου.

τὴν δʼ αἰτίαν ἔσχε τοῦ μὴ συντελεσθῆναι τὴν ἀπόλυσιν Αὖλος Ποστόμιος, στρατηγὸς ὢν ἑξαπέλεκυς καὶ βραβεύων τὸ διαβούλιον.

τριῶν γὰρ οὐσῶν γνωμῶν, μιᾶς μὲν τῆς ἀφιέναι κελευούσης, ἑτέρας δὲ τῆς ἐναντίας ταύτης, τρίτης δὲ τῆς ἀπολύειν μέν, ἐπισχεῖν δὲ κατὰ τὸ παρόν, καὶ πλείστων δʼ ὄντων τῶν ἀφιέντων,

παρελθὼν τὴν μίαν γνώμην διηρώτα τὰς δύο καθολικῶς, οἷς δοκεῖ τοὺς ἀνακεκλημένους ἀφιέναι καὶ τοὐναντίον.

λοιπὸν οἱ κατὰ τὸ παρὸν ἐπέχειν κελεύοντες προσέβησαν πρὸς τοὺς μὴ φάσκοντας δεῖν ἀπολύειν, καὶ πλείους ἐγενήθησαν τῶν ἀφιέντων. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. —

ὅτι τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν ἀνακαμψάντων εἰς τὴν Ἀχαΐαν καὶ διασαφούντων ὅτι παρʼ ὀλίγον ἔλθοι τὰ πράγματα τοῦ πάντας ἐπανελθεῖν τοὺς κατεχομένους,

εὐέλπιδες γενόμενοι καὶ μετεωρισθέντες οἱ πολλοὶ πάλιν ἐξ αὐτῆς ἔπεμπον Τηλεκλέα καὶ τὸν Μεγαλοπολίτην Ἀναξίδαμον. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐπὶ τούτων ἦν.