Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδʼ ἐκ περιπετείας, ἀλλὰ διὰ τῆς ἀγχινοίας καὶ φιλοπονίας, ἔτι δὲ πράξεως τῆς αὑτοῦ.

δεύτερον φιλοδοξότατος ἐγενήθη καὶ πλείστας μὲν τῶν καθʼ αὑτὸν βασιλέων πόλεις Ἑλληνίδας εὐεργέτησε, πλείστους δὲ κατʼ ἰδίαν ἀνθρώπους ἐσωματοποίησε.

τρίτον ἀδελφοὺς ἔχων τρεῖς καὶ κατὰ τὴν ἡλικίαν καὶ πρᾶξιν , πάντας τούτους συνέσχε πειθαρχοῦντας αὑτῷ καὶ δορυφοροῦντας καὶ σῴζοντας τὸ τῆς βασιλείας ἀξίωμα.

τοῦτο δὲ σπανίως εὕροι τις ἂν γεγονός.

ὅτι τῶν Ἰσσίων πλεονάκις πεπρεσβευκότων εἰς τὴν Ῥώμην καὶ διασαφούντων ὅτι Δελματεῖς τὴν χώραν ἀδικοῦσι καὶ τὰς πόλεις τὰς μετʼ αὐτῶν ταττομένας·

αὗται δʼ εἰσὶν Ἐπέτιον καὶ Τραγύριον· ὁμοίως δὲ καὶ τῶν Δαορσῶν ἐγκαλούντων,

ἐξαπέστειλεν ἡ σύγκλητος πρεσβευτὰς τοὺς περὶ Γάιον Φάννιον ἐποπτεύσοντας τὰ κατὰ τὴν Ἰλλυρίδα, καὶ μάλιστα τούτων τὰ κατὰ τοὺς Δελματεῖς.

οὗτοι δέ, μέχρι μὲν ἔζη Πλευρᾶτος, ὑπήκουον ἐκείνῳ· μεταλλάξαντος δὲ τούτου τὸν βίον, καὶ διαδεξαμένου Γενθίου τὴν βασιλείαν, ἀποστάντες ἀπὸ τούτου τοῖς ὁμόροις προσεπολέμουν καὶ κατεστρέφοντο τοὺς ἀστυγείτονας, ὧν ἔνιοι καὶ φόρους αὐτοῖς ἔφερον· ὁ δὲ φόρος ἦν θρέμματα καὶ σῖτος.

καὶ οἱ μὲν περὶ Φάννιον ἐπὶ τούτοις ἐξώρμησαν. —

ὅτι ὁ βασιλεὺς Ἀριαράθης παρεγένετο εἰς τὴν Ῥώμην ἔτι θερείας οὔσης· τότε δέ,

παρειληφότων ὑπάτων τὰς ἀρχὰς τῶν περὶ τὸν Σέξτον Ἰούλιον καὶ Λεύκιον Αὐρήλιον, ἐγίνετο περὶ τὰς κατʼ ἰδίαν ἐντεύξεις, οἰκείαν ποιούμενος περικοπὴν καὶ φαντασίαν τῆς ὑποκειμένης περιστάσεως.

παρῆσαν δὲ καὶ παρὰ Δημητρίου πρέσβεις οἱ περὶ τὸν Μιλτιάδην πρὸς ἑκατέραν τὴν ὑπόθεσιν ἡρμοσμένοι· καὶ γὰρ πρὸς Ἀριαράθην ἀπολογεῖσθαι καὶ κατηγορεῖν αὐτοῦ παρεσκευάζοντο φιλαπεχθῶς.

ἀπεστάλκει δὲ καὶ Ὀροφέρνης πρεσβευτὰς τοὺς περὶ Τιμόθεον καὶ Διογένην, στέφανόν τε κομίζοντας τῇ Ῥώμῃ καὶ τὴν φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους, τὸ δὲ πλεῖον συγκαταστησομένους πρὸς τὸν Ἀριαράθην καὶ τὰ μὲν ἀπολογησομένους, τὰ δὲ κατηγορήσοντας.

ἐν μὲν οὖν ταῖς κατʼ ἰδίαν ἐντεύξεσιν μείζω φαντασίαν εἷλκον οἱ περὶ τὸν Διογένην καὶ Μιλτιάδην, ἅτε καὶ κατὰ τὸ πλῆθος πρὸς ἕνα συγκρινόμενοι καὶ κατὰ τὴν ἄλλην περικοπὴν εὐτυχοῦντες πρὸς ἐπταικότα θεωρούμενοι·

παραπλησίως δὲ καὶ περὶ τὴν τῶν πραγμάτων ἐξήγησιν πολὺ περιῆσαν·

πᾶν μὲν γὰρ καὶ πρὸς παντοῖα λέγειν ἐθάρρουν, οὐδένα λόγον ποιούμενοι τῆς ἀληθείας, τὸ δὲ λεγόμενον ἀνυπεύθυνον ἦν, οὐκ ἔχον τὸν ἀπολογησόμενον.

λοιπὸν ἀκονιτὶ τοῦ ψεύδους ἐπικρατοῦντος, ἐδόκει σφίσι τὰ πράγματα κατὰ γνώμην χωρεῖν.