Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὸ καὶ παρεγένετʼ εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειεν διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ ἀποθηριωθῇ.

ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης, ὡς ἂν πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου,

τά τε κατὰ τὴν διάνοιαν ἐκ τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῷον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον.

ὁ δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε τὴν σύγκλητον ἕτοιμος ἦν εἰσπορεύεσθαι πρός τε τοὺς ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιωρίζετο μηδὲν αὑτῷ δυσχερὲς ἀπαντήσειν ὑπὸ Ῥωμαίων. καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος·

ἡ γὰρ σύγκλητος, ὡς ἐμοὶ δοκεῖν, ὑπολαβοῦσα διότι δόξει τοῖς πολλοῖς ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν, ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον,

ὥστʼ ἔχειν ἐξουσίαν, ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι.

διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. —

ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ μάλιστα τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν·

τοὺς μὲν γὰρ λοιποὺς σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη καταναλώκει, τούς γε δὴ καὶ μνήμης ἀξίους.

παρῆσαν δʼ οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικὰς χάριν τοῦ πρὸς μηδὲν ἀντιφιλονικεῖν τῇ συγκλήτῳ.

εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους, οὐδʼ ὣς οὐδὲν ἠνύσθη, τὸ δʼ ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων.

ὅτι Λυκίσκου τοῦ Αἰτωλοῦ ταρα

χώδους ὄντος καὶ θορυβώδους, ἀναιρεθέντος δὲ τούτου, τὸ ἑξῆς οἱ Αἰτωλοὶ ὡμοφρόνησαν καὶ ὡμονόησαν ἑνὸς ἀνθρώπου παραχωρήσαντος·

τηλικαύτη τίς ἐστιν, ὡς ἔοικε, δύναμις ἐν ταῖς τῶν ἀνθρώπων φύσεσιν, ὥστε μὴ μόνον στρατόπεδα καὶ πόλεις, ἀλλὰ καὶ τὰς ἐθνικὰς συστάσεις καὶ τὰς ὁλοσχερεῖς διαφορὰς τῆς οἰκουμένης διʼ ἑνὸς ἀνδρὸς ἀρετὴν καὶ κακίαν ποτὲ μὲν τῶν μεγίστων κακῶν, ποτὲ δὲ τῶν μεγίστων ἀγαθῶν πεῖραν λαμβάνειν. —

ὅτι Λυκίσκος κάκιστος ὢν καλῶς κατέστρεψε τὸν βίον, ὥστε τοὺς πλείστους εἰκότως ὀνειδίζειν τῇ τύχῃ διότι τὸ τῶν ἀγαθῶν ἀνδρῶν ἆθλον τὴν εὐθανασίαν τοῖς χειρίστοις ἐνίοτε περιτίθησιν. —