Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους, οὐδʼ ὣς οὐδὲν ἠνύσθη, τὸ δʼ ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων.

ὅτι Λυκίσκου τοῦ Αἰτωλοῦ ταρα

χώδους ὄντος καὶ θορυβώδους, ἀναιρεθέντος δὲ τούτου, τὸ ἑξῆς οἱ Αἰτωλοὶ ὡμοφρόνησαν καὶ ὡμονόησαν ἑνὸς ἀνθρώπου παραχωρήσαντος·

τηλικαύτη τίς ἐστιν, ὡς ἔοικε, δύναμις ἐν ταῖς τῶν ἀνθρώπων φύσεσιν, ὥστε μὴ μόνον στρατόπεδα καὶ πόλεις, ἀλλὰ καὶ τὰς ἐθνικὰς συστάσεις καὶ τὰς ὁλοσχερεῖς διαφορὰς τῆς οἰκουμένης διʼ ἑνὸς ἀνδρὸς ἀρετὴν καὶ κακίαν ποτὲ μὲν τῶν μεγίστων κακῶν, ποτὲ δὲ τῶν μεγίστων ἀγαθῶν πεῖραν λαμβάνειν. —

ὅτι Λυκίσκος κάκιστος ὢν καλῶς κατέστρεψε τὸν βίον, ὥστε τοὺς πλείστους εἰκότως ὀνειδίζειν τῇ τύχῃ διότι τὸ τῶν ἀγαθῶν ἀνδρῶν ἆθλον τὴν εὐθανασίαν τοῖς χειρίστοις ἐνίοτε περιτίθησιν. —

ὅτι τὰ κατὰ τὴν Αἰτωλίαν καλῶς διετέθη, κατεσβεσμένης ἐν αὐτοῖς τῆς ἐμφυλίου στάσεως μετὰ τὸν Λυκίσκου θάνατον,

καὶ Μνασίππου τοῦ Κορωναίου μεταλλάξαντος τὸν βίον βελτίων ἦν ἡ διάθεσις κατὰ τὴν Βοιωτίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀκαρνανίαν Χρέμα γεγονότος ἐκποδών.

σχεδὸν γὰρ ὡσανεὶ καθαρμόν τινα συνέβη γενέσθαι τῆς Ἑλλάδος, τῶν ἀλιτηρίων αὐτῆς ἐκ τοῦ ζῆν μεθισταμένων.

καὶ γὰρ καὶ τὸν Ἠπειρώτην Χάροπα συνεκύρησε κατὰ τὸν ἐνιαυτὸν τοῦτον ἐν Βρεντεσίῳ μεταλλάξαι τὸν βίον.

τὰ δὲ κατὰ τὴν Ἤπειρον ἔτʼ ἐν ἀκαταστασίαις ἦν καὶ ταραχαῖς, ὡς κατὰ τοὺς ἐπάνω χρόνους, διὰ τὴν Χάροπος ὠμότητα καὶ παρανομίαν, ἐξ οὗ συνέβη τελεσθῆναι τὸν πρὸς Περσέα πόλεμον.