Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὃ καὶ τότε συνέβαινε γίνεσθαι περὶ τὸν Προυσίαν. ἀνδρὸς μὲν γὰρ ἔργον οὐδὲν ἐπιτελεσάμενος κατὰ τὰς προσβολάς, ἀγεννῶς δὲ καὶ γυναικοθύμως χειρίσας καὶ τὰ πρὸς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μετήγαγε τὸ στράτευμα πρὸς Ἐλαίαν·

καὶ καταπειράσας τῆς Ἐλαίας καί τινας προσβολὰς ποιησάμενος, οὐδὲν δὲ πράττειν δυνάμενος διὰ τὸ Σώσανδρον τὸν τοῦ βασιλέως σύντροφον εἰσεληλυθότα μετὰ στρατιωτῶν εἴργειν αὐτοῦ τὰς ἐπιβολάς, ἀπῆρεν ἐπὶ Θυατείρων.

κατὰ δὲ τὴν ἐπάνοδον τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς ἐν Ἱερᾷ κώμῃ μετὰ βίας ἐσύλησεν.

ὁμοίως καὶ τὸ τοῦ Κυννείου Ἀπόλλωνος τέμενος τὸ περὶ Τῆμνον οὐ μόνον ἐσύλησεν, ἀλλὰ καὶ τῷ πυρὶ διέφθειρεν.

καὶ ταῦτα διαπραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀνθρώποις ἀλλὰ καὶ τοῖς θεοῖς πεπολεμηκώς.

ἐταλαιπώρησε δὲ καὶ τὸ πεζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπάνοδον ὑπό τε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ πόδας ἐκ θεοπέμπτου δοκεῖν ἀπηντῆσθαι μῆνιν αὐτῷ διὰ ταύτας τὰς αἰτίας . —

ὅτι Ἄτταλος ἡττηθεὶς παρὰ Προυσίου, προχειρισάμενος Ἀθήναιον τὸν ἀδελφὸν ἐξαπέστειλε μετὰ τῶν περὶ τὸν Πόπλιον, διασαφήσοντα τῇ συγκλήτῳ τὸ γεγονός.

οἱ γὰρ ἐν τῇ Ῥώμῃ, τοῦ μὲν Ἀνδρονίκου παραγενομένου καὶ διασαφοῦντος τὰ περὶ τὴν πρώτην ἔφοδον τῶν πολεμίων,

οὐ προσεῖχον, ἀλλʼ ὑπενόουν τὸν Ἄτταλον βουλόμενον αὐτὸν ἐπιβαλεῖν τῷ Προυσίᾳ τὰς χεῖρας προφάσεις προκατασκευάζεσθαι καὶ προκαταλαμβάνειν διαβολαῖς·

ἅμα δὲ τοῦ τε Νικομήδους καὶ τῶν περὶ τὸν Ἀντίφιλον, τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν, διαμαρτυρομένων μηδὲν εἶναι τούτων, ἔτι μᾶλλον ἠπιστεῖτο τὰ λεγόμενα περὶ τοῦ Προυσίου.

μετὰ δέ τινα χρόνον ἐπιδιασαφουμένης τῆς πραγματείας, ἀμφιδοξήσασα περὶ τῶν προσπιπτόντων ἡ σύγκλητος ἐξαπέστειλε πρεσβευτὰς Λεύκιον Ἀπολήιον καὶ Γάιον Πετρώνιον τοὺς ἐπισκεψομένους πῶς ἔχει τὰ κατὰ τοὺς προειρημένους βασιλεῖς.

ὅτι ἡ σύγκλητος ἔτι κατὰ χειμῶνα διακούσασα τῶν περὶ τὸν Πόπλιον Λέντλον ὑπὲρ τῶν κατὰ Προυσίαν διὰ τὸ νεωστὶ παραγεγονέναι τούτους ἐκ τῆς Ἀσίας, εἰσεκαλέσατο καὶ τὸν Ἀθήναιον τὸν Ἀττάλου τοῦ βασιλέως ἀδελφόν.

οὐ μέντοι πολλῶν προσεδεήθη λόγων, ἀλλʼ εὐθέως καταστήσασα πρεσβευτὰς συνεξαπέστελλε τῷ προειρημένῳ τοὺς περὶ Γάιον Κλαύδιον Κέντωνα καὶ Λεύκιον Ὁρτήσιον καὶ Γάιον Αὐρογκολήιον, ἐντολὰς δοῦσα κωλύειν τὸν Προυσίαν Ἀττάλῳ πολεμεῖν.

παρεγένοντο δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις εἰς Ῥώμην ὑπὲρ τῶν κατεχομένων οἱ περὶ Ξένωνα τὸν Αἰγιέα καὶ Τηλεκλέα τὸν Αἰγειράτην.