Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι Ἄτταλος ὁ ἀδελφὸς Εὐμένους παραλαβὼν τὴν ἐξουσίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆς αὑτοῦ προαιρέσεως καὶ πράξεως τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν.

ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπʼ αὐτῶν φάσκοντας ἀδικεῖσθαι συνεχῶς, ὡς οὐδὲ λόγον ἐπιδέχοιντο καθόλου παρʼ αὐτῶν, λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν· πρὸς δὲ τούτοις διεσάφουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν,

ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρʼ ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς Δελματεῖς μετὰ βίας αὑτῶν·

ἑτοίμους δʼ εἶναι καὶ τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν.

ὧν ἡ σύγκλητος ἀκούσασα μετʼ ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας.