Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ γὰρ νῦν ὑπερβάντες τὰ κατὰ τὴν Ἑλλάδα προελάβομεν τῶν κατὰ τὴν Ἀσίαν τὰ κατὰ τὴν Καππαδοκίαν διὰ τὸ μηδεμίαν εὔλογον ἔχειν διαίρεσιν τὸν ἐκ τῆς Ἰταλίας ἀπόπλουν καὶ τὴν ἐπὶ τὰ πράγματα κάθοδον [τοῦ] Ἀριαράθου.

διόπερ ἐπάνειμι δηλώσων τὰ κατὰ τὴν Ἑλλάδα γενόμενα περὶ τοὺς αὐτοὺς καιρούς.

ἐν οἷς ἴδιον καὶ παράλογον πρᾶγμα συνέβη γενέσθαι περὶ τὴν τῶν Ὠρωπίων πόλιν·

ὑπὲρ οὗ τὰ μὲν ἀναδραμόντες, τὰ δὲ προλαβόντες τοῖς χρόνοις συγκεφαλαιωσόμεθα τὴν ὅλην πρᾶξιν, ἵνα μὴ κατὰ μέρος αὐτῆς οὔσης οὐδʼ ὅλως ἐπιφανοῦς ἐν διῃρημένοις χρόνοις ἀπαγγέλλοντες εὐτελῆ καὶ ἀσαφῆ ποιῶμεν τὴν διήγησιν.

ὅταν γὰρ μόλις τὸ ὅλον ἄξιον ἐπιστάσεως φαίνηται τοῖς ἀκούουσιν, ἦ πού γε τοῖς κατὰ μέρος ἐκ διαστήματος λεγομένοις τὸν νοῦν προσέξει τις τῶν φιλομαθούντων; —

ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπιτυχίαις ὡς ἐπίπαν ἄνθρωποι συμφρονοῦσι, κατὰ δὲ τὰς ἀποτυχίας ἀσχάλλοντες τοῖς πράγμασιν ἑλκώδεις καὶ δύσκολοι γίνονται πρὸς τοὺς φίλους·

ὃ καὶ περὶ τὸν Ὀροφέρνην συνέβη γενέσθαι, τῶν πραγμάτων αὐτῷ ἀντιπιπτόντων καὶ τῷ Θεοτίμῳ καὶ μεμφομένων ἀλλήλοις . —

Ὀροφέρνην .

--- ὀλίγον χρόνον Καππαδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν. —

ὅτι Ἄτταλος ὁ ἀδελφὸς Εὐμένους παραλαβὼν τὴν ἐξουσίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆς αὑτοῦ προαιρέσεως καὶ πράξεως τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν.

ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπʼ αὐτῶν φάσκοντας ἀδικεῖσθαι συνεχῶς, ὡς οὐδὲ λόγον ἐπιδέχοιντο καθόλου παρʼ αὐτῶν, λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν· πρὸς δὲ τούτοις διεσάφουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν,

ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρʼ ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς Δελματεῖς μετὰ βίας αὑτῶν·

ἑτοίμους δʼ εἶναι καὶ τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν.

ὧν ἡ σύγκλητος ἀκούσασα μετʼ ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας.

τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν αὐτοῖς,