Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀπεστάλκει δὲ καὶ Ὀροφέρνης πρεσβευτὰς τοὺς περὶ Τιμόθεον καὶ Διογένην, στέφανόν τε κομίζοντας τῇ Ῥώμῃ καὶ τὴν φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους, τὸ δὲ πλεῖον συγκαταστησομένους πρὸς τὸν Ἀριαράθην καὶ τὰ μὲν ἀπολογησομένους, τὰ δὲ κατηγορήσοντας.

ἐν μὲν οὖν ταῖς κατʼ ἰδίαν ἐντεύξεσιν μείζω φαντασίαν εἷλκον οἱ περὶ τὸν Διογένην καὶ Μιλτιάδην, ἅτε καὶ κατὰ τὸ πλῆθος πρὸς ἕνα συγκρινόμενοι καὶ κατὰ τὴν ἄλλην περικοπὴν εὐτυχοῦντες πρὸς ἐπταικότα θεωρούμενοι·

παραπλησίως δὲ καὶ περὶ τὴν τῶν πραγμάτων ἐξήγησιν πολὺ περιῆσαν·

πᾶν μὲν γὰρ καὶ πρὸς παντοῖα λέγειν ἐθάρρουν, οὐδένα λόγον ποιούμενοι τῆς ἀληθείας, τὸ δὲ λεγόμενον ἀνυπεύθυνον ἦν, οὐκ ἔχον τὸν ἀπολογησόμενον.

λοιπὸν ἀκονιτὶ τοῦ ψεύδους ἐπικρατοῦντος, ἐδόκει σφίσι τὰ πράγματα κατὰ γνώμην χωρεῖν.