Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μετὰ δὲ ταῦτα παραγενηθεὶς αὐτὸς εἰς τὰς Σάρδεις, ἀποκαθίσας ἐν τῷ γυμνασίῳ περὶ δέχʼ ἡμέρας διήκουε τῶν κατηγορούντων,

πᾶσαν ἐπιδεχόμενος αἰσχρολογίαν καὶ λοιδορίαν κατὰ τοῦ βασιλέως καὶ καθόλου πᾶν ἕλκων πρᾶγμα καὶ κατηγορίαν,

ἅτε παρεστηκὼς ἄνθρωπος τῇ διανοίᾳ καὶ φιλοδοξῶν ἐν τῇ πρὸς Εὐμένην διαφορᾷ. —

ὅτι καθʼ ὅσον ἐδόκουν οἱ Ῥωμαῖοι βαρύτερον τῷ Εὐμένει προσφέρεσθαι, κατὰ τοσοῦτο συνέβαινε τοὺς Ἕλληνας προσοικειοῦσθαι, φύσει τῶν ἀνθρώπων ἀεὶ τῷ θλιβομένῳ τὴν εὔνοιαν προσνεμόντων. —

ὁ δὲ Ἀριαράθης ὁ βασιλεὺς Καππαδοκίας προσδεδεγμένος τοὺς εἰς τὴν Ῥώμην ἀποσταλέντας πρεσβευτάς, νομίσας ἐκ τῶν ἀποκρίσεων ἐν ὀρθῷ κεῖσθαι τὴν βασιλείαν αὑτῷ νῦν, ἐπειδὴ καθῖκται τῆς Ῥωμαίων εὐνοίας, ἔθυε τοῖς θεοῖς χαριστήρια τῶν γεγονότων καὶ τοὺς ἡγεμόνας εἱστία.

μετὰ δὲ ταῦτα πρεσβευτὰς ἀπέστειλε πρὸς τοὺς περὶ τὸν Λυσίαν εἰς τὴν Ἀντιόχειαν, σπουδάζων ἀνακομίσασθαι τὰ τῆς ἀδελφῆς καὶ μητρὸς ὀστᾶ.

τὸ μὲν οὖν ἐγκαλεῖν ὑπὲρ τοῦ γεγονότος ἀσεβήματος ἀπεδοκίμαζεν, οὐ βουλόμενος ἐρεθίζειν τοὺς περὶ τὸν Λυσίαν, ἵνα μὴ διαψευσθῇ τῆς προθέσεως, καίπερ βαρέως φέρων τὸ γεγονός· ἀξιωματικὰς δὲ δοὺς ἐντολὰς ἐξαπέστειλε τοὺς πρέσβεις.

τῶν δὲ περὶ τὸν Λυσίαν συγχωρησάντων, καὶ τῶν ὀστῶν ἀνακομισθέντων ὡς αὐτόν, ἀποδεξάμενος μεγαλομερῶς τὴν παρουσίαν αὐτῶν ἔθαψε παρὰ τὸν τοῦ πατρὸς τάφον κηδεμονικῶς. —