Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι παρεγένοντο κατὰ τὸν αὐτὸν καιρὸν παρʼ Ἀριαράθου τοῦ νεωστὶ διαδεδεγμένου τὴν Καππαδοκῶν βασιλείαν πρέσβεις, ἀνανεωσόμενοι τήν τε φιλίαν καὶ συμμαχίαν τὴν προϋπάρχουσαν,

καὶ καθόλου παρακαλέσοντες τὴν σύγκλητον ἀποδέξασθαι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν, ἣν ἔχει καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς ἅπαντας Ῥωμαίους.

ἡ δὲ σύγκλητος διακούσασα τῶν λόγων τήν τε φιλίαν ἀνενεώσατο καὶ τὴν συμμαχίαν καὶ καθόλου τὴν ὅλην αἵρεσιν ἀποδεξαμένη τοῦ βασιλέως φιλανθρώπως ἐγενήθη.

τοῦτο δʼ ἐγένετο μάλιστα διὰ τὸ τοὺς περὶ τὸν Τεβέριον, καθʼ ὃν καιρὸν ἐξαπεστάλησαν ἐπισκεψόμενοι τὰ κατὰ τοὺς βασιλεῖς, ἐπανελθόντας εὐφήμους λόγους ποιήσασθαι περί τε τοῦ πατρὸς καὶ καθόλου τῆς βασιλείας αὐτῶν.

οἷς πιστεύσαντες οἱ τοῦ συνεδρίου τούς τε πρεσβευτὰς φιλανθρώπως ἀπεδέξαντο καὶ τὴν ὅλην αἵρεσιν τοῦ βασιλέως.

ὅτι Ῥόδιοι διαπεπνευκότες ἐκ τῆς περὶ αὐτοὺς γενομένης δυσχερείας ἔπεμπον εἰς τὴν Ῥώμην πρεσβευτὰς τοὺς περὶ Κλεαγόραν,

Κάλυνδα μὲν ἀξιώσοντας σφίσι παραχωρηθῆναι,

περὶ δὲ τῶν ἐχόντων ἐν τῇ Λυκίᾳ καὶ Καρίᾳ κτήσεις αἰτησομένους τὴν σύγκλητον, ἵνʼ αὐτοῖς ἔχειν ἐξῇ, καθὰ καὶ πρότερον.

ἐψηφίσαντο δὲ καὶ κολοσσὸν στῆσαι τοῦ δήμου τῶν Ῥωμαίων ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τριακοντάπηχυν. —

ὅτι τῶν Καλυνδέων ἀποστάντων Καυνίων, καὶ μετὰ ταῦτα πολιορκεῖν ἐπιβαλομένων αὐτοὺς τῶν Καυνίων, τὰς μὲν ἀρχὰς ἐπεκαλέσαντο Κνιδίους οἱ Καλυνδεῖς·

ὧν καὶ παραπεσόντων κατὰ βοήθειαν, ἐπὶ ποσὸν ἀντεῖχον τοῖς ὑπεναντίοις,

ἀγωνιῶντες δὲ τὸ μέλλον πρεσβεύειν μὲν , ἐγχειρίζοντες σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.

οἱ δὲ Ῥόδιοι πέμψαντες βοήθειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τήν τε πολιορκίαν ἔλυσαν καὶ παρέλαβον τὴν πόλιν.

συνέβη δὲ καὶ τὴν σύγκλητον αὐτοῖς βεβαιῶσαι τὴν τῶν Καλυνδέων κτῆσιν.