Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος μὲν τοῦ μεγάλου θυγατράσιν, ἀδελφαῖς δὲ τοῦ κατὰ θέσιν πατρός, λαβόντος, αὐτὸν ἔδει τὴν ἡμίσειαν ἀποδοῦναι τῆς φερνῆς.

ὁ γὰρ πατὴρ συνέθετο μὲν ἑκατέρᾳ τῶν θυγατέρων πεντήκοντα τάλαντα δώσειν,

τούτων δὲ τὸ μὲν ἥμισυ παραχρῆμα τοῖς ἀνδράσιν ἔδωκεν ἡ μήτηρ, τὸ δʼ ἥμισυ κατέλειπεν ἀποθνήσκουσα προσοφειλόμενον,

ὅθεν ἔδει τὸν Σκιπίωνα διαλύειν τοῦτο τὸ χρέος ταῖς τοῦ πατρὸς ἀδελφαῖς.

κατὰ δὲ τοὺς Ῥωμαίων νόμους δέον ἐν τρισὶν ἔτεσιν ἀποδοῦναι τὰ προσοφειλόμενα χρήματα τῆς φερνῆς ταῖς γυναιξί, προδοθέντων πρώτων τῶν ἐπίπλων εἰς δέκα μῆνας κατὰ τὸ παρʼ ἐκείνοις ἔθος,

εὐθέως ὁ Σκιπίων συνέταξε τῷ τραπεζίτῃ τῶν εἴκοσι καὶ πέντε ταλάντων ἑκατέρᾳ ποιήσασθαι τὴν ἀνταπόδοσιν ἐν τοῖς δέκα μησί.

τοῦ δὲ Τεβερίου καὶ τοῦ Νασικᾶ Σκιπίωνος, οὗτοι γὰρ ἦσαν ἄνδρες τῶν προειρημένων γυναικῶν, ἅμα τῷ διελθεῖν τοὺς δέκα μῆνας προσπορευομένων πρὸς τὸν τραπεζίτην καὶ πυνθανομένων, εἴ τι συνετέτακτο Σκιπίων αὐτῷ περὶ τῶν χρημάτων, κἀκείνου κελεύοντος αὐτοὺς κομίζεσθαι καὶ ποιοῦντος τὴν διαγραφὴν ἑκατέρῳ τῶν εἴκοσι καὶ πέντε ταλάντων, ἀγνοεῖν αὐτὸν ἔφασαν·

δεῖν γὰρ αὑτοὺς οὐ πᾶν κατὰ τὸ παρόν, ἀλλὰ τὸ τρίτον μέρος κομίζεσθαι κατὰ τοὺς νόμους.

τοῦ δὲ φάσκοντος οὕτως αὐτῷ συντεταχέναι τὸν Σκιπίωνα, διαπιστήσαντες προῆγον ἐπὶ τὸν νεανίσκον, διειληφότες ἐκεῖνον ἀγνοεῖν. καὶ τοῦτʼ ἔπασχον οὐκ ἀλόγως·

οὐ γὰρ οἷον πεντήκοντα τάλαντα δοίη τις ἂν ἐν Ῥώμῃ πρὸ τριῶν ἐτῶν, ἀλλʼ οὐδὲ τάλαντον ἓν πρὸ τῆς τεταγμένης ἡμέρας·

τοιαύτη τίς ἐστι καὶ τηλικαύτη παρὰ πάντας ἅμα μὲν ἀκρίβεια. περὶ τὸ διάφορον, ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον.

οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανομένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δʼ εἰπόντος ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμφανίζοντες·

ἐξεῖναι γὰρ αὐτὸν κατὰ τοὺς νόμους χρῆσθαι τοῖς διαφόροις ἱκανὸν ἔτι χρόνον.

ὁ δὲ Σκιπίων ἔφησεν ἀγνοεῖν τούτων οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ φίλοις ἁπλῶς χρῆσθαι καὶ γενναίως κατὰ δύναμιν.

διὸ παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ τοῦ τραπεζίτου.

οἱ δὲ περὶ τὸν Τεβέριον ταῦτʼ ἀκούσαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς αὑτῶν μικρολογίας, καίπερ ὄντες οὐδενὸς δεύτεροι Ῥωμαίων.