Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εὐθέως γὰρ καταστήσαντες πρεσβευτὰς τοὺς περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ Λεύκιον Αὐρήλιον ἐξέπεμψαν, τοὺς διοικήσοντας τὰ κατὰ τὴν βασιλείαν,

ὡς αὐτὴ προῃρεῖτο διὰ τὸ μηδένα τὸν ἐμποδὼν στησόμενον εἶναι τοῖς ἐπιταττομένοις, τοῦ μὲν βασιλέως παιδὸς ὄντος, τῶν δὲ προεστώτων ἀσμενιζόντων ἐπὶ τῷ μὴ παραδεδόσθαι τὰ πράγματα τῷ Δημητρίῳ· μάλιστα γὰρ τοῦτο προσεδόκων.

οἱ μὲν οὖν περὶ τὸν Γνάιον ἐξώρμησαν, ἔχοντες ἐντολὰς πρῶτον μὲν τὰς ναῦς τὰς καταφράκτους διαπρῆσαι, μετὰ δὲ ταῦτα τοὺς ἐλέφαντας νευροκοπῆσαι καὶ καθόλου λυμήνασθαι τὴν βασίλειον δύναμιν.

προσενετείλαντο δὲ τούτοις καὶ τὰ κατὰ τὴν Μακεδονίαν ἐπισκέψασθαι· συνέβαινε γὰρ τοὺς Μακεδόνας ἀήθεις ὄντας δημοκρατικῆς καὶ συνεδριακῆς πολιτείας στασιάζειν πρὸς αὑτούς.

ἔδει δὲ τοὺς περὶ τὸν Γνάιον καὶ τὰ περὶ τοὺς Γαλάτας καὶ τὰ κατὰ τὴν Ἀριαράθου βασιλείαν ἐποπτεῦσαι.