Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε καὶ Γνάιος ὁ Μερόλας ἐκ τῆς Ἀλεξανδρείας, διασαφῶν τῷ βασιλεῖ διότι πρὸς οὐθὲν τῶν ἀξιουμένων προσελήλυθεν ὁ ἀδελφός, ἀλλά φησι δεῖν μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς διομολογουμένοις.

ὁ δὲ βασιλεὺς ταῦτα διακούσας, εὐθέως προχειρισάμενος Κομανὸν καὶ Πτολεμαῖον τοὺς ἀδελφοὺς ἐξαπέστελλε πρεσβευτὰς εἰς τὴν Ῥώμην μετὰ τοῦ Γναΐου, διασαφήσοντας τῇ συγκλήτῳ περὶ τῆς τἀδελφοῦ πλεονεξίας καὶ καταφρονήσεως.

ἀπέλυσε δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ τοὺς περὶ Τίτον ἀπράκτους ὁ πρεσβύτερος Πτολεμαῖος.

καὶ τὰ μὲν κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κυρήνην ἐπὶ τούτων ἦν.

ὅτι κατὰ τοὺς ὑποκειμένους καιροὺς ἧκον παρὰ τοῦ νεωτέρου Πτολεμαίου πρέσβεις οἱ περὶ τὸν Κομανὸν καὶ παρὰ τοῦ πρεσβυτέρου παραπλησίως οἱ περὶ τὸν Μένυλλον τὸν Ἀλαβανδέα.

ὧν εἰσελθόντων εἰς τὴν σύγκλητον, καὶ πολλῶν λόγων γινομένων καὶ φιλαπεχθῶν κατὰ πρόσωπον εἰς ἀλλήλους, καὶ τῶν περὶ Τίτον καὶ Γνάιον ἀπομαρτυρούντων καὶ συνεπισχυόντων τῷ νεωτέρῳ μετὰ πολλῆς σπουδῆς,

ἔδοξε τῇ συγκλήτῳ τοὺς περὶ Μένυλλον ἐν πένθʼ ἡμέραις ἀποτρέχειν ἐκ τῆς Ῥώμης, καὶ τὴν συμμαχίαν ἀναιρεῖν τὴν πρὸς τὸν πρεσβύτερον, πρὸς δὲ τὸν νεώτερον πέμψαι πρεσβευτὰς τοὺς διασαφήσοντας τὰ δεδογμένα τῇ συγκλήτῳ.

καὶ κατεστάθησαν Πόπλιος Ἀπούστιος καὶ Γάιος Λέντλος, οἳ καὶ πλεύσαντες ἐξ αὐτῆς εἰς τὴν Κυρήνην ἀνήγγειλαν τῷ Πτολεμαίῳ τὰ δεδογμένα μετὰ πολλῆς σπουδῆς.