Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῦ δὲ Πτολεμαίου τὰ μὲν ἐπαγγελλομένου, τὰ δὲ παρακούοντος, καὶ τῷ τοιούτῳ τρόπῳ κατατρίβοντος τὸν χρόνον,

στρατοπεδεύων ὁ νεώτερος μετὰ τῶν Κρητῶν ἐν τῇ Λιβύῃ περὶ τὸν Ἆπιν κατὰ τὸ συντεταγμένον καὶ τελέως ἀσχάλλων ἐπὶ τῷ μηδὲν διασαφήσασθαι, τὸ μὲν πρῶτον ἐξαπέστειλε τὸν Γνάιον εἰς τὴν Ἀλεξάνδρειαν, ὡς διὰ τούτου κἂν τοὺς περὶ τὸν Τορκουᾶτον ἐπιγενομένους.

συνεξομοιωθέντος δὲ τούτου τοῖς πρότερον, καὶ τοῦ χρόνου διελκομένου, καὶ τετταράκοντα διελθουσῶν ἡμερῶν, καὶ μηδενὸς προσπίπτοντος, εἰς ἀπορίαν ἐνέπιπτε περὶ τῶν ὅλων.

ὁ γὰρ πρεσβύτερος βασιλεὺς πᾶν γένος ἀρεσκείας προσφερόμενος πάντας ἐξιδιάσατο τοὺς πρεσβευτὰς καὶ παρακατέσχε τὸ πλεῖον οὐχ ἑκόντας, ἀλλʼ ἄκοντας.

κατὰ δὲ τὸν καιρὸν τοῦτον προσέπεσε τῷ νεωτέρῳ Πτολεμαίῳ τούς τε Κυρηναίους ἀφεστάναι καὶ τὰς πόλεις συμφρονεῖν τούτοις, κεκοινωνηκέναι δὲ περὶ τῆς ἀποστάσεως καὶ Πτολεμαῖον τὸν Συμπετῆσιν,

ὃς ἦν τὸ γένος Αἰγύπτιος, ἐπιστεύθη δὲ τὴν ἐπιμέλειαν τῶν ὅλων ὑπὸ τοῦ βασιλέως, καθʼ ὃν καιρὸν ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Ῥώμην.

τούτων δὲ προσπιπτόντων τῷ βασιλεῖ, καὶ μετʼ ὀλίγον διότι στρατοπεδεύουσιν ἐν τοῖς ὑπαίθροις οἱ Κυρηναῖοι, δείσας μὴ βουλόμενος προσλαβεῖν τὴν Κύπρον καὶ τὴν Κυρήνην ἀπολέσῃ, πάντα τἄλλα πάρεργα θέμενος ἀνέζευξεν ἐπὶ Κυρήνης.

παραγενόμενος δʼ εἰς τὸν μέγαν καλούμενον Καταβαθμὸν κατέλαβε τοὺς Λίβυας μετὰ τῶν Κυρηναίων κατέχοντας τὰς δυσχωρίας.

ὁ δὲ Πτολεμαῖος ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἐμβιβάσας εἰς τὰ πλοῖα περιπλεῖν τὰς δυσχωρίας ἐπέταξε καὶ κατὰ νώτου τοῖς πολεμίοις ἐπιφαίνεσθαι, τοὺς δʼ ἡμίσεις ἔχων αὐτὸς ἐβιάζετο κατὰ στόμα πρὸς τὴν ἀνάβασιν.

τῶν δὲ Λιβύων καταπλαγέντων τὴν ἐξ ἀμφοῖν ἔφοδον καὶ λειπόντων τοὺς τόπους, ἅμα τῆς ἀναβάσεως ἐγένετο κύριος καὶ τῆς ὑποκειμένης Τετραπυργίας, ἐν ᾗ συνέβαινε πλῆθος ἄφθονον ὕδατος ὑπάρχειν.

ὅθεν ἀφορμήσας ἑβδομαῖος ἧκε διὰ τῆς ἐρήμου.

παραπλεόντων δʼ αὐτῷ καὶ τῶν ἐπὶ Μοχυρίνου, συνέβαινε τοὺς Κυρηναίους στρατοπεδεύειν πεζοὺς μὲν ὄντας εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ περὶ πεντακοσίους.

οἱ γὰρ Κυρηναῖοι πεῖραν εἰληφότες τῆς τοῦ Πτολεμαίου προαιρέσεως ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν πεπραγμένων καὶ θεωροῦντες οὐ βασιλικήν, ἀλλὰ τυραννικὴν οὖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τὴν ὅλην αἵρεσιν,