Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ τέλος ἔπεισαν αὐτὸν ἕως Σίδης προαγαγόντα τὸ ξενολόγιον διαλύσασθαι καὶ τῆς εἰς Κύπρον ἐπιβολῆς ἀποστῆναι καὶ συμμίσγειν αὑτοῖς ἐπὶ τοὺς τῶν Κυρηναίων ὅρους.

αὐτοὶ δὲ πλεύσαντες εἰς τὴν Ἀλεξάνδρειαν ἔφασαν παραστήσεσθαι τὸν βασιλέα πρὸς τὰ παρακαλούμενα καὶ συναντήσειν ἐπὶ τοὺς ὅρους, ἔχοντες κἀκεῖνον μεθʼ αὑτῶν.

τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς ὁ νεώτερος Πτολεμαῖος, ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον τὸ μὲν ξενολόγιον διέλυσεν,

αὐτὸς δὲ τὸ μὲν πρῶτον εἰς Κρήτην ἀπέπλευσεν, τόν τε Δαμάσιππον ἔχων μεθʼ ἑαυτοῦ καὶ τῶν πρεσβευτῶν ἕνα Γνάιον Μερόλαν· ξενολογήσας δʼ ἐκ τῆς Κρήτης περὶ χιλίους στρατιώτας ἀνήχθη καὶ διάρας εἰς τὴν Λιβύην κατέσχεν ἐπὶ τὸν Ἆπιν.

οἱ δὲ περὶ τὸν Τορκουᾶτον διακομισθέντες εἰς τὴν Ἀλεξάνδρειαν ἐπειρῶντο μὲν παρακαλεῖν τὸν πρεσβύτερον Πτολεμαῖον διαλύεσθαι πρὸς τὸν ἀδελφὸν καὶ συγχωρεῖν αὐτῷ τὴν Κύπρον·

τοῦ δὲ Πτολεμαίου τὰ μὲν ἐπαγγελλομένου, τὰ δὲ παρακούοντος, καὶ τῷ τοιούτῳ τρόπῳ κατατρίβοντος τὸν χρόνον,

στρατοπεδεύων ὁ νεώτερος μετὰ τῶν Κρητῶν ἐν τῇ Λιβύῃ περὶ τὸν Ἆπιν κατὰ τὸ συντεταγμένον καὶ τελέως ἀσχάλλων ἐπὶ τῷ μηδὲν διασαφήσασθαι, τὸ μὲν πρῶτον ἐξαπέστειλε τὸν Γνάιον εἰς τὴν Ἀλεξάνδρειαν, ὡς διὰ τούτου κἂν τοὺς περὶ τὸν Τορκουᾶτον ἐπιγενομένους.

συνεξομοιωθέντος δὲ τούτου τοῖς πρότερον, καὶ τοῦ χρόνου διελκομένου, καὶ τετταράκοντα διελθουσῶν ἡμερῶν, καὶ μηδενὸς προσπίπτοντος, εἰς ἀπορίαν ἐνέπιπτε περὶ τῶν ὅλων.

ὁ γὰρ πρεσβύτερος βασιλεὺς πᾶν γένος ἀρεσκείας προσφερόμενος πάντας ἐξιδιάσατο τοὺς πρεσβευτὰς καὶ παρακατέσχε τὸ πλεῖον οὐχ ἑκόντας, ἀλλʼ ἄκοντας.

κατὰ δὲ τὸν καιρὸν τοῦτον προσέπεσε τῷ νεωτέρῳ Πτολεμαίῳ τούς τε Κυρηναίους ἀφεστάναι καὶ τὰς πόλεις συμφρονεῖν τούτοις, κεκοινωνηκέναι δὲ περὶ τῆς ἀποστάσεως καὶ Πτολεμαῖον τὸν Συμπετῆσιν,

ὃς ἦν τὸ γένος Αἰγύπτιος, ἐπιστεύθη δὲ τὴν ἐπιμέλειαν τῶν ὅλων ὑπὸ τοῦ βασιλέως, καθʼ ὃν καιρὸν ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Ῥώμην.

τούτων δὲ προσπιπτόντων τῷ βασιλεῖ, καὶ μετʼ ὀλίγον διότι στρατοπεδεύουσιν ἐν τοῖς ὑπαίθροις οἱ Κυρηναῖοι, δείσας μὴ βουλόμενος προσλαβεῖν τὴν Κύπρον καὶ τὴν Κυρήνην ἀπολέσῃ, πάντα τἄλλα πάρεργα θέμενος ἀνέζευξεν ἐπὶ Κυρήνης.