Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ μὲν γὰρ αὐτοῦ μένοντες ὡς ἐπὶ τὸ Κίρκαιον ὡρμηκότα διελάμβανον, οἱ δʼ ἐν ταῖς Ἀναγνείαις ἀπήντων ἐπὶ τὸν αὐτὸν τόπον, ὡς ἐκεῖ παρεσόμενον.

διὸ συνέβαινε τελέως ἄσημον εἶναι τὸν δρασμόν, ἕως οὗ τῶν παίδων τις μεμαστιγωμένος ἐν ταῖς Ἀναγνείαις ἔδραμεν ἐπὶ τὸ Κίρκαιον, ὡς ἐκεῖ τῷ Δημητρίῳ συμμίξων·

οὐχ εὑρὼν δὲ πάλιν εἰς τὴν Ῥώμην ἔτρεχεν, ὡς κατὰ πορείαν ἀπαντήσων.

οὐδαμῇ δὲ συντυχὼν αὐτῷ τοῦτο διεσάφησεν τοῖς ἐν Ῥώμῃ φίλοις καὶ τοῖς καταλελειμμένοις ἐπὶ τῆς οἰκίας.

ἐπιζητουμένου δὲ τοῦ Δημητρίου κατὰ τὴν τετάρτην ἡμέραν ἀφʼ ἧς ὥρμησεν, ὑπενοήθη τὸ γεγονός.

τῇ δὲ πέμπτῃ σύγκλητος εὐθέως συνήγετο περὶ τούτων, ἐν ᾗ συνέβαινε τὸν Δημήτριον ἐκτὸς ἤδη τοῦ πορθμοῦ τοῦ κατὰ Σικελίαν ὑπάρχειν.

τὸ μὲν οὖν διώκειν ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες αὐτὸν πολὺ προειληφέναι κατὰ τὸν πλοῦν, καὶ γὰρ ἔσχε φορὸν ἄνεμον, ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κωλύειν ἀδυνατῆσαι·

πρεσβευτὰς δὲ κατέστησαν μετά τινας ἡμέρας τοὺς περὶ Τεβέριον Γράκχον καὶ Λεύκιον Λέντλον καὶ Σερουίλιον Γλαυκίαν,

οἵτινες ἔμελλον πρῶτον μὲν ἐποπτεύσειν τὰ κατὰ τοὺς Ἕλληνας, εἶτʼ ἐπιβαλόντες ἐπὶ τὴν Ἀσίαν τά τε κατὰ τὸν Δημήτριον καραδοκήσειν καὶ τὰς τῶν ἄλλων βασιλέων προαιρέσεις ἐξετάσειν καὶ τὰ πρὸς τοὺς Γαλάτας ἀντιλεγόμενα τοῖς προειρημένοις διευκρινήσειν.

διὸ τὸν Τεβέριον κατεστήσαντο πάντων αὐτόπτην γεγονέναι.

καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. —

ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν.

ὅτι Ἀρταξίας ἐβούλετο ἐπανελέσθαι παραινέσεσι δὲ Ἀριαράθου τοῦτʼ οὐκ ἔπραξεν ἀλλʼ ἐντιμότερον εἶχεν αὐτὸν ἢ πρότερον. οὕτως ἥ τε τοῦ δικαίου φύσις ἔχει μεγάλην δύναμιν,

αἵ τε τῶν ἀγαθῶν ἀνδρῶν γνῶμαι καὶ παραινέσεις, ὥστε μὴ μόνον τοὺς φίλους ἀλλὰ καὶ τοὺς ἐχθροὺς πολλάκις σῴζειν καὶ μετατιθέναι τὰς φύσεις αὐτῶν πρὸς τὸ βέλτιον. —