Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῶν δὲ ναυκλήρων ἀδιαφορούντων διὰ τὸ μένειν αὐτοῖς τὸ ταχθὲν ναῦλον ἐξ ἀρχῆς καὶ πάντα κατηρτικότων

ἐκ πολλοῦ τὰ πρὸς τὸν πλοῦν,

παρῆσαν οἱ περὶ τὸν Δημήτριον κατὰ τρίτην φυλακὴν λήγουσαν, ὄντες ὀκτὼ καὶ παῖδες πέντε καὶ παιδάρια τρία.

τοῦ δὲ Μενύλλου κοινολογηθέντος αὐτοῖς καὶ παραδείξαντος τὴν τῶν ἐπιμηνίων παρασκευήν, ἔτι δὲ συστήσαντος τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις ἐκτενῶς, οὗτοι μὲν ἐπέβησαν,

ὁ δὲ κυβερνήτης ἄρτι διαφαύσκοντος ἄρας τὰς ἀγκύρας ἐτέλει τὸν πλοῦν, ἁπλῶς οὐδεμίαν ἔννοιαν ἔχων τοῦ πράγματος, ἀλλʼ ὡς στρατιώτας τινὰς ἄγων παρὰ τοῦ Μενύλλου πρὸς τὸν Πτολεμαῖον.

ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐπιοῦσαν οὐδεὶς ἐπιζητήσειν ἔμελλε τὸν Δημήτριον οὐδὲ τοὺς μετʼ ἐκείνου προάγοντας·

οἱ μὲν γὰρ αὐτοῦ μένοντες ὡς ἐπὶ τὸ Κίρκαιον ὡρμηκότα διελάμβανον, οἱ δʼ ἐν ταῖς Ἀναγνείαις ἀπήντων ἐπὶ τὸν αὐτὸν τόπον, ὡς ἐκεῖ παρεσόμενον.

διὸ συνέβαινε τελέως ἄσημον εἶναι τὸν δρασμόν, ἕως οὗ τῶν παίδων τις μεμαστιγωμένος ἐν ταῖς Ἀναγνείαις ἔδραμεν ἐπὶ τὸ Κίρκαιον, ὡς ἐκεῖ τῷ Δημητρίῳ συμμίξων·

οὐχ εὑρὼν δὲ πάλιν εἰς τὴν Ῥώμην ἔτρεχεν, ὡς κατὰ πορείαν ἀπαντήσων.

οὐδαμῇ δὲ συντυχὼν αὐτῷ τοῦτο διεσάφησεν τοῖς ἐν Ῥώμῃ φίλοις καὶ τοῖς καταλελειμμένοις ἐπὶ τῆς οἰκίας.

ἐπιζητουμένου δὲ τοῦ Δημητρίου κατὰ τὴν τετάρτην ἡμέραν ἀφʼ ἧς ὥρμησεν, ὑπενοήθη τὸ γεγονός.

τῇ δὲ πέμπτῃ σύγκλητος εὐθέως συνήγετο περὶ τούτων, ἐν ᾗ συνέβαινε τὸν Δημήτριον ἐκτὸς ἤδη τοῦ πορθμοῦ τοῦ κατὰ Σικελίαν ὑπάρχειν.

τὸ μὲν οὖν διώκειν ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες αὐτὸν πολὺ προειληφέναι κατὰ τὸν πλοῦν, καὶ γὰρ ἔσχε φορὸν ἄνεμον, ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κωλύειν ἀδυνατῆσαι·