Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι κατὰ τὸν καιρὸν τοῦτον προσπεσούσης τῆς περὶ τὸν Γνάιον περιπετείας,

ὡς ἀνῃρέθη, καὶ τῶν παρὰ τοῦ βασιλέως Ἀντιόχου πρεσβευόντων, ὧν ὁ Λυσίας ἔπεμψε, παραγεγονότων καὶ πολλοὺς διαθεμένων λόγους ὑπὲρ τοῦ μὴ κεκοινωνηκέναι τῆς πράξεως τοὺς τοῦ βασιλέως φίλους,

ἡ μὲν σύγκλητος παρέπεμπε τοὺς πρεσβευτάς, οὐ βουλομένη διδόναι περὶ τούτων ἀπόφασιν οὐδεμίαν οὐδʼ ἐκτίθεσθαι καθόλου τὴν αὑτῆς γνώμην,

ὁ δὲ Δημήτριος πτοηθεὶς ἐπὶ τοῖς ἠγγελμένοις ἐξ αὐτῆς προσεκάλει τὸν Πολύβιον καὶ προσανέφερεν διαπορῶν εἰ δεῖ πάλιν ἐντυχεῖν τῇ συγκλήτῳ περὶ τῶν καθʼ αὑτόν.

ὁ δὲ παρεκάλει μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, ἀλλʼ ἐν ἑαυτῷ τὰς ἐλπίδας ἔχειν καὶ τολμᾶν τι βασιλείας ἄξιον· πολλὰς γὰρ ὑποδεικνύειν ἀφορμὰς τοὺς ἐνεστῶτας καιρούς.

ὁ δὲ Δημήτριος συννοήσας τὸ λεγόμενον τότε μὲν ἀπεσιώπησεν, μετʼ ὀλίγον δέ τινι τῶν συνήθων Ἀπολλωνίῳ μετέδωκε περὶ τῶν αὐτῶν.

ὁ δὲ προειρημένος, ἄκακος ὢν καὶ κομιδῇ νέος, συνεβούλευε πεῖραν ἔτι λαβεῖν τῆς συγκλήτου· πεπεῖσθαι γάρ, ἐπεὶ τῆς βασιλείας ἀλόγως αὐτὸν ἐστέρησεν, τῆς γʼ ὁμηρείας αὐτὸν ἀπολύσειν·

ἄτοπον γὰρ εἶναι τελέως, Ἀντιόχου τοῦ παιδὸς διαδεδεγμένου τὴν ἐν Συρίᾳ βασιλείαν, Δημήτριον ὁμηρεύειν ὑπὲρ αὐτοῦ.

τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς πάλιν εἰσῆλθεν εἰς τὴν σύγκλητον ὁ προειρημένος καὶ παρεκάλει τῆς γε κατὰ τὴν ὁμηρείαν ἀνάγκης αὑτὸν ἀπολύειν, ἐπεὶ τὴν βασιλείαν ἔκριναν Ἀντιόχῳ συγκατασκευάζειν.

καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν αὐτοῦ διαλεχθέντος, ἔμεινεν ἡ σύγκλητος ἐπὶ τῆς αὐτῆς αἱρέσεως ὅπερ εἰκὸς ἦν.

καὶ γὰρ πρότερον οὐ διὰ τὸ μὴ λέγειν τὰ δίκαια τὸν Δημήτριον ἔκρινεν τὴν ἀρχὴν τῷ παιδὶ συνδιαφυλάττειν, ἀλλὰ διὰ τὸ συμφέρειν τοῖς σφετέροις πράγμασιν,

μενόντων δὲ τῶν ὅλων ἐπὶ τῆς αὐτῆς διαθέσεως μένειν εἰκὸς ἦν καὶ τὴν τῆς συγκλήτου διάληψιν ἐπὶ τῆς αὐτῆς προαιρέσεως.