Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

παραστήσας οὖν λέμβον καὶ παραδοὺς αὐτὸν Δημητρίῳ τινὶ τῶν φίλων ἐξαπέστειλεν. ἔγραφε δὲ καὶ τοῖς Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς.

ὁ δὲ Πολυάρατος προσσχὼν Φασηλίδι κατὰ πλοῦν καὶ διανοηθεὶς ἅττα δή ποτʼ οὖν, λαβὼν θαλλοὺς κατέφυγεν ἐπὶ τὴν κοινὴν ἑστίαν.

ὃν εἴ τις ἤρετο τί βούλεται, πέπεισμαι μηδʼ ἂν αὐτὸν ἔχειν εἰπεῖν. εἰ μὲν γὰρ εἰς τὴν πατρίδα μολεῖν ἐπεθύμει, τί θαλλῶν ἔδει; τοῦτο γὰρ προύκειτό που τοῖς ἄγουσιν αὐτόν.

εἰ δʼ εἰς τὴν Ῥώμην, καὶ μὴ βουλομένου ʼκείνου τοῦτʼ ἔδει γενέσθαι κατʼ ἀνάγκην. τί οὖν κατελείπεθʼ ἕτερον; ἄλλος γὰρ τόπος ὁ δεξόμενος αὐτὸν μετʼ ἀσφαλείας οὐκ ἦν.

οὐ μὴν ἀλλὰ τῶν Φασηλιτῶν πεμψάντων εἰς τὴν Ῥόδον καὶ παρακαλούντων κομίζεσθαι καὶ παραλαμβάνειν τὸν Πολυάρατον, νουνεχῶς οἱ Ῥόδιοι διαλαβόντες ἄφρακτον μὲν ἐξαπέστειλαν τὸ παραπέμψον,

ἀναλαβεῖν δʼ εἰς τὴν ναῦν ἐκώλυσαν τὸν ἄρχοντα διὰ τὸ προστετάχθαι τοῖς ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀποκαταστῆσαι τὸν ἄνθρωπον.

παραγενομένης δὲ τῆς νεὼς εἰς τὴν Φασηλίδα, καὶ τοῦ μὲν Ἐπιχάρους, ὃς ἦν ἄρχων τῆς νεώς, οὐ βουλομένου δέχεσθαι τῷ πλοίῳ τὸν ἄνθρωπον,

τοῦ δὲ Δημητρίου τοῦ προχειρισθέντος ὑπὸ τοῦ βασιλέως διὰ τὴν ἀναπομπὴν κελεύοντος ἀνίστασθαι καὶ πλεῖν αὐτόν, καὶ τῶν Φασηλιτῶν συνεπισχυόντων αὐτῷ διὰ τὸ δεδιέναι μή τις ἐκ Ῥωμαίων σφίσι διὰ ταῦτα μέμψις ἐπακολουθήσῃ,

καταπλαγεὶς τὴν περίστασιν ἐνέβη πάλιν τὸν λέμβον πρὸς τὸν Δημήτριον. κατὰ δὲ τὸν ἀπόπλουν ἐπιλαβόμενος ἀφορμῆς εὐκαίρου,

προσδραμὼν κατέφυγε πάλιν εἰς Καῦνον κἀκεῖ παραπλησίως ἐδεῖτο τῶν Καυνίων βοηθεῖν.