Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

συνεστήσατο γὰρ τὴν δικαιολογίαν οὐ μόνον ἐκ τῶν τῆς πατρίδος δικαίων, ἔτι δὲ μᾶλλον ἐκ τῆς τῶν ἄλλων κατηγορίας.

τὰ μὲν γὰρ εὐεργετήματα καὶ συνεργήματα παραβάλλων καὶ συγκρίνων τὰ μὲν τῶν ἄλλων ἐπειρᾶτο ψευδοποιεῖν καὶ ταπεινοῦν, τὰ δὲ τῶν Ῥοδίων ηὔξανε, πολλαπλασιάζων καθʼ ὅσον οἷός τʼ ἦν·

τὰ δʼ ἁμαρτήματα κατὰ τοὐναντίον τὰ μὲν τῶν ἄλλων ἐξωνείδιζε πικρῶς καὶ δυσμενικῶς, τὰ δὲ τῶν Ῥοδίων ἐπειρᾶτο περιστέλλειν, ἵνα κατὰ τὴν παράθεσιν τὰ μὲν οἰκεῖα μικρὰ καὶ συγγνώμης ἄξια φανῇ, τὰ δὲ τῶν πέλας μεγάλα καὶ ἀπαραίτητα τελέως, ἐφʼ οἷς ἔφη συγγνώμης τετευχέναι τοὺς ἡμαρτηκότας ἅπαντας.

τὸ δὲ γένος τοῦτο τῆς δικαιολογίας οὐδαμῶς ἂν πρέπειν ἀνδρὶ πολιτικῷ δόξειεν,

ἐπείτοι καὶ τῶν κοινοπραγησάντων περί τινων ἀπορρήτων οὐ τοὺς διὰ φόβον ἢ πόρον μηνυτὰς γενομένους τῶν συνειδότων ἐπαινοῦμεν, ἀλλὰ τοὺς πᾶσαν ἐπιδεξαμένους βάσανον καὶ τιμωρίαν καὶ μηδενὶ τῶν συνειδότων παραιτίους γενομένους τῆς αὐτῆς συμφορᾶς, τούτους ἀποδεχόμεθα καὶ τούτους ἄνδρας ἀγαθοὺς νομίζομεν.

ὁ δὲ διὰ τὸν ἄδηλον φόβον πάντα τὰ τῶν ἄλλων ἁμαρτήματα τιθεὶς ὑπὸ τὴν ὄψιν τοῖς κρατοῦσιν καὶ καινοποιήσας, ὑπὲρ ὧν ὁ χρόνος εἰς λήθην ἀγηόχει τοὺς ὑπερέχοντας, πῶς οὐκ ἔμελλε δυσαρεστήσειν τοῖς ἱστορήσασιν;

τὴν δὲ προειρημένην ἀπόκρισιν οἱ μὲν περὶ τὸν Φιλοκράτην λαβόντες ἐξ αὐτῆς ὥρμησαν, οἱ δὲ περὶ τὸν Φιλόφρονα καὶ Ἀστυμήδην αὐτόθι μένοντες παρήδρευον χάριν τοῦ μηδὲν αὐτοὺς λανθάνειν τῶν προσπιπτόντων ἢ λεγομένων κατὰ τῆς πατρίδος.

προσπεσούσης δὲ τῆς ἀποκρίσεως ταύτης εἰς τὴν Ῥόδον, δόξαντες ἀπολελύσθαι τοῦ μεγίστου φόβου τοῦ κατὰ τὸν πόλεμον, τἄλλα καίπερ ἀκμὴν ὄντα δυσχερῆ ῥᾳδίως ἔφερον.

οὕτως αἰεὶ τὰ μείζω τῶν προσδοκωμένων κακῶν λήθην ποιεῖ τῶν ἐλαττόνων συμπτωμάτων.

διὸ καὶ παραχρῆμα ψηφισάμενοι τῇ Ῥώμῃ στέφανον ἀπὸ μυρίων χρυσῶν καὶ καταστήσαντες πρεσβευτὴν ἅμα καὶ ναύαρχον Θεαίδητον ἐξέπεμπον θερείας ἀρχομένης ἄγοντα τὸν στέφανον καὶ μετὰ τούτου τοὺς περὶ Ῥοδοφῶντα, πειρασομένους κατὰ πάντα τρόπον συμμαχίαν συνθέσθαι πρὸς Ῥωμαίους.