Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
ὅτι ἡμεῖς οὐχ ὑπολαμβάνομεν συμφέρειν οὔτε τοῖς Ῥωμαίοις οὔτε τοῖς ὑμετέροις δήμοις τούτους τοὺς ἄνδρας ἐπανελθεῖν εἰς οἶκον.
ταύτης δὲ τῆς ἀποκρίσεως ἐκπεσούσης, οὐ μόνον περὶ τοὺς ἀνακεκλημένους ἐγένετό τις ὁλοσχερὴς ἀθυμία καὶ παράλυσις τῆς ψυχῆς, ἀλλὰ καὶ περὶ τοὺς Ἕλληνας ὡσανεὶ κοινόν τι πένθος, ἅτε δοκούσης τῆς ἀποκρίσεως ὁλοσχερῶς ἀφαιρεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τῶν ἀκληρούντων.
κατὰ δὲ τὴν Ἑλλάδα διαγγελθείσης τῆς ἀποκρίσεως τῆς τοῖς Ἀχαιοῖς δεδομένης ὑπὲρ τῶν καταιτιαθέντων, τὰ μὲν πλήθη συνετρίβη ταῖς διανοίαις, καί τις οἷον ἀπελπισμὸς ὑπέδραμεν τοὺς ἀνθρώπους,
οἱ δὲ περὶ τὸν Χάροπα καὶ Καλλικράτην καὶ πάντες οἱ τῆς αὐτῆς ὑποθέσεως προεστῶτες μετέωροι πάλιν ἐγενήθησαν.
ὅτι Τεβέριος τοὺς Καμμανοὺς τὰ μὲν βιασάμενος, τὰ δὲ παραλογισάμενος ὑπηκόους ἐποίησε Ῥωμαίοις. —
εἰς δὲ τὴν Ῥώμην καὶ πλειόνων παραγεγονότων πρεσβευτῶν ἐχρημάτισεν ἡ σύγκλητος τοῖς περὶ Ἄτταλον καὶ τὸν Ἀθήναιον.
συνέβαινε γὰρ τὸν Προυσίαν οὐ μόνον αὐτὸν ἐνεργῶς κεχρῆσθαι ταῖς διαβολαῖς ταῖς κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἀλλὰ καὶ τοὺς Γαλάτας παρωξυκέναι καὶ τοὺς Σελγεῖς καὶ πλείους ἑτέρους κατὰ τὴν Ἀσίαν πρὸς τὴν αὐτὴν ὑπόθεσιν.
ὧν χάριν ὁ βασιλεὺς Εὐμένης ἐξαπεστάλκει τοὺς ἀδελφούς, ἀπολογησομένους πρὸς τὰς ἐπιφερομένας διαβολάς.
οἳ καὶ παρελθόντες εἰς τὴν σύγκλητον ἐνδεχομένως ἔδοξαν πρὸς ἅπαντας τοὺς κατηγοροῦντας ποιήσασθαι τὴν ἀπολογίαν, καὶ τέλος οὐ μόνον ἀποτριψάμενοι τὰς ἐπιφερομένας αἰτίας, ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν Ἀσίαν.
οὐ μὴν τῆς γε κατὰ τὸν Εὐμένη καὶ κατὰ τὸν Ἀντίοχον ὑποψίας ἔληγεν ἡ σύγκλητος, ἀλλὰ Γάιον Σολπίκιον καὶ Μάνιον Σέργιον καταστήσασα πρεσβευτὰς ἐξαπέστελλεν,
ἅμα μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς Ἕλληνας, ἅμα δὲ τοῖς Μεγαλοπολίταις καὶ τοῖς Λακεδαιμονίοις διευκρινήσοντας περὶ τῆς ἀντιλεγομένης χώρας,
μάλιστα δὲ πολυπραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὰ κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται καὶ κοινοπραγία κατὰ Ῥωμαίων. —