Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι μετά τινα χρόνον εἰσῆλθον οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις, ἔχοντες ἐντολὰς ἀκολούθως ταῖς ἀποκρίσεσιν, αἷς πρότερον ἔλαβον·

αὗται δʼ ἦσαν διότι θαυμάζουσιν πῶς, ὑπὲρ ὧν αὐτοὶ κεκρίκασι, περὶ τούτων αὐτοὺς παρακαλοῦσιν κρίνειν.

διὸ τότε παρῆσαν οἱ περὶ τὸν Εὐρέαν, πάλιν ἐξ ἀρχῆς ἐμφανίζοντες διότι τὸ μὲν ἔθνος οὔτε δικαιολογουμένων ἀκήκοε τῶν κατῃτιαμένων οὔτε κρίσιν οὐδεμίαν πεποίηται περὶ αὐτῶν,

τὴν δὲ σύγκλητον ἀξιοῖ πρόνοιαν ποιήσασθαι τῶν ἀνθρώπων, ἵνα κρίσεως τύχωσι καὶ μὴ καταφθαρῶσιν ἄκριτοι,

καὶ μάλιστα μὲν αὐτὴν ἐξετάσασαν διασαφῆσαι τοὺς ἐνόχους ὄντας τοῖς ἐγκλήμασιν· εἰ δὲ διὰ τοὺς περισπασμοὺς αὐτὴ μὴ δύναται τοῦτο ποιῆσαι, τοῖς Ἀχαιοῖς ἐπιτρέψαι περὶ τοῦ πράγματος. οἳ πειράσονται μισοπονήρως χρήσασθαι τοῖς αἰτίοις.

ἡ δὲ σύγκλητος διακούσασα τῶν πρεσβευτῶν, ἀκολούθως ταῖς ἐντολαῖς διαλεγομένων, καὶ δυσχρηστοῦσα διὰ τὸ πανταχόθεν ἐξελέγχεσθαι·

τό τε γὰρ κρίνειν οὐκ ἐνόμιζεν αὑτῇ καθήκειν, τό τε χωρὶς κρίσεως ἀπολύειν τοὺς ἄνδρας πρόδηλον ἔχειν ἐδόκει τὸν ὄλεθρον τοῖς φίλοις αὐτῶν·

διόπερ ἀναγκαζομένη καὶ βουλομένη παρελέσθαι καθόλου τὴν ἐλπίδα τῶν πολλῶν ὑπὲρ τῆς τῶν κατεχομένων σωτηρίας, ἵνα συμμύσαντες πειθαρχῶσιν ἐν μὲν Ἀχαΐᾳ τοῖς περὶ τὸν Καλλικράτην, ἐν δὲ τοῖς ἄλλοις πολιτεύμασι τοῖς δοκοῦσιν εἶναι Ῥωμαίων, ἔγραψαν ἀπόκρισιν τοιαύτην,

ὅτι ἡμεῖς οὐχ ὑπολαμβάνομεν συμφέρειν οὔτε τοῖς Ῥωμαίοις οὔτε τοῖς ὑμετέροις δήμοις τούτους τοὺς ἄνδρας ἐπανελθεῖν εἰς οἶκον.

ταύτης δὲ τῆς ἀποκρίσεως ἐκπεσούσης, οὐ μόνον περὶ τοὺς ἀνακεκλημένους ἐγένετό τις ὁλοσχερὴς ἀθυμία καὶ παράλυσις τῆς ψυχῆς, ἀλλὰ καὶ περὶ τοὺς Ἕλληνας ὡσανεὶ κοινόν τι πένθος, ἅτε δοκούσης τῆς ἀποκρίσεως ὁλοσχερῶς ἀφαιρεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τῶν ἀκληρούντων.

κατὰ δὲ τὴν Ἑλλάδα διαγγελθείσης τῆς ἀποκρίσεως τῆς τοῖς Ἀχαιοῖς δεδομένης ὑπὲρ τῶν καταιτιαθέντων, τὰ μὲν πλήθη συνετρίβη ταῖς διανοίαις, καί τις οἷον ἀπελπισμὸς ὑπέδραμεν τοὺς ἀνθρώπους,

οἱ δὲ περὶ τὸν Χάροπα καὶ Καλλικράτην καὶ πάντες οἱ τῆς αὐτῆς ὑποθέσεως προεστῶτες μετέωροι πάλιν ἐγενήθησαν.

ὅτι Τεβέριος τοὺς Καμμανοὺς τὰ μὲν βιασάμενος, τὰ δὲ παραλογισάμενος ὑπηκόους ἐποίησε Ῥωμαίοις. —

εἰς δὲ τὴν Ῥώμην καὶ πλειόνων παραγεγονότων πρεσβευτῶν ἐχρημάτισεν ἡ σύγκλητος τοῖς περὶ Ἄτταλον καὶ τὸν Ἀθήναιον.

συνέβαινε γὰρ τὸν Προυσίαν οὐ μόνον αὐτὸν ἐνεργῶς κεχρῆσθαι ταῖς διαβολαῖς ταῖς κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἀλλὰ καὶ τοὺς Γαλάτας παρωξυκέναι καὶ τοὺς Σελγεῖς καὶ πλείους ἑτέρους κατὰ τὴν Ἀσίαν πρὸς τὴν αὐτὴν ὑπόθεσιν.

ὧν χάριν ὁ βασιλεὺς Εὐμένης ἐξαπεστάλκει τοὺς ἀδελφούς, ἀπολογησομένους πρὸς τὰς ἐπιφερομένας διαβολάς.

οἳ καὶ παρελθόντες εἰς τὴν σύγκλητον ἐνδεχομένως ἔδοξαν πρὸς ἅπαντας τοὺς κατηγοροῦντας ποιήσασθαι τὴν ἀπολογίαν, καὶ τέλος οὐ μόνον ἀποτριψάμενοι τὰς ἐπιφερομένας αἰτίας, ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν Ἀσίαν.

οὐ μὴν τῆς γε κατὰ τὸν Εὐμένη καὶ κατὰ τὸν Ἀντίοχον ὑποψίας ἔληγεν ἡ σύγκλητος, ἀλλὰ Γάιον Σολπίκιον καὶ Μάνιον Σέργιον καταστήσασα πρεσβευτὰς ἐξαπέστελλεν,

ἅμα μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς Ἕλληνας, ἅμα δὲ τοῖς Μεγαλοπολίταις καὶ τοῖς Λακεδαιμονίοις διευκρινήσοντας περὶ τῆς ἀντιλεγομένης χώρας,

μάλιστα δὲ πολυπραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὰ κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται καὶ κοινοπραγία κατὰ Ῥωμαίων. —