Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι εἰς τὴν Ῥώμην παραγεγονότων πρεσβευτῶν πλειόνων καὶ ἑτέρων, ἐπιφανεστάτων δὲ παρὰ μὲν Ῥοδίων τῶν περὶ Ἀστυμήδην, παρὰ δὲ τῶν Ἀχαιῶν τῶν περὶ Εὐρέαν καὶ Ἀναξίδαμον καὶ Σάτυρον, παρὰ δὲ Προυσίου τῶν περὶ Πύθωνα, τούτοις ἐχρημάτισεν ἡ σύγκλητος.

οἱ μὲν οὖν παρὰ τοῦ Προυσίου κατηγορίαν ἐποιοῦντʼ Εὐμένους τοῦ βασιλέως, φάσκοντες αὑτῶν τέ τινα χωρία παραιρεῖσθαι τὸν Εὐμένη καὶ τῆς Γαλατίας οὐκ ἀφίστασθαι τὸ παράπαν οὐδὲ πειθαρχεῖν τοῖς τῆς συγκλήτου δόγμασιν, ἀλλὰ τοὺς τὰ σφέτερα μὲν φρονοῦντας σωματοποιεῖν,

τοὺς δὲ τὰ Ῥωμαίων αἱρουμένους καὶ βουλομένους πολιτεύεσθαι τοῖς τῆς συγκλήτου δόγμασιν ἀκολούθως κατὰ πάντα τρόπον ἐλαττοῦν.

ἦσαν δέ τινες πρεσβευταὶ καὶ παρὰ τῶν τῆς Ἀσίας πόλεων, οἳ κατηγόρουν τοῦ βασιλέως, ἔμφασιν ποιοῦντες τῆς πρὸς τὸν Ἀντίοχον κοινοπραγίας.