Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὡς γὰρ καθόλου δυσαρεστούμενοι ταῖς τῶν βασιλέων ἐπιδημίαις δόγμα τι τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα παραγίνεσθαι πρὸς αὑτούς.

μετὰ δὲ ταῦτα πυθόμενοι τὸν Εὐμένη καταπεπλευκέναι τῆς Ἰταλίας εἰς Βρεντέσιον ἐπαπέστειλαν τὸν ταμίαν φέροντα τὸ δόγμα καὶ κελεύσοντα λέγειν πρὸς αὑτόν, εἴ τι τυγχάνει τῆς συγκλήτου χρείαν ἔχων·

εἰ δὲ μηδενὸς δεῖται, παραγγελοῦντα τὴν ταχίστην αὐτὸν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι.

ὁ δὲ βασιλεύς, συμμίξαντος αὐτῷ τοῦ ταμίου, γνοὺς τὴν τῆς συγκλήτου προαίρεσιν εἰς τέλος ἀπεσιώπησεν, οὐδενὸς φήσας προσδεῖσθαι.

καὶ δὴ τούτῳ τῷ τρόπῳ συνέβη τὸν Εὐμένη κωλυθῆναι τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως.

συνηκολουθήκει δὲ καὶ ἕτερόν τι πραγματικὸν τούτῳ τῷ διαβουλίῳ.

μεγάλου γὰρ ὑπὸ τῶν Γαλατῶν ἐπικρεμαμένου κινδύνου τῇ βασιλείᾳ, προφανὲς ἦν ὅτι διὰ τὸν σκυβαλισμὸν τοῦτον οἱ μὲν τοῦ βασιλέως σύμμαχοι ταπεινωθήσονται πάντες, οἱ δὲ Γαλάται διπλασίως ἐπιρρωσθήσονται πρὸς τὸν πόλεμον.

διὸ πάντῃ πάντως βουλόμενοι ταπεινοῦν αὐτὸν ἐπὶ ταύτην κατηνέχθησαν τὴν γνώμην.

τούτων δὲ γινομένων ἔτι κατʼ ἀρχὰς τοῦ χειμῶνος, λοιπὸν ἡ σύγκλητος ἅπασιν τοῖς παραγεγονόσι κατὰ πρεσβείαν·

οὐ γὰρ ἦν οὔτε πόλις οὔτε δυνάστης οὔτε βασιλεὺς ὃς οὐκ ἀπεστάλκει πρεσβείαν κατʼ ἐκεῖνον τὸν καιρὸν τὴν συγχαρησομένην ἐπὶ τοῖς γεγονόσιν·

οἷς ἅπασιν οἰκείως ἀπήντησε καὶ φιλανθρώπως πλὴν τῶν Ῥοδίων.

τούτους δὲ παρέπεμπε ποικίλας ἐμφάσεις ποιοῦσα περὶ τοῦ μέλλοντος. ἐπείχετο δὲ καὶ τὰ κατὰ τοὺς Ἀθηναίους. —

ὅτι οἱ Ἀθηναῖοι παρεγένοντο πρεσβεύοντες τὸ μὲν πρῶτον ὑπὲρ τῆς Ἁλιαρτίων σωτηρίας,

παρακουόμενοι δὲ περὶ τούτου τοῦ μέρους ἐκ μεταθέσεως διελέγοντο περὶ Δήλου καὶ Λήμνου καὶ τῆς τῶν Ἁλιαρτίων χώρας, εἰς ἑαυτοὺς ἐξαιτούμενοι τὴν κτῆσιν· εἶχον γὰρ διττὰς ἐντολάς.