Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐκ δὲ Βοιωτίας οἱ περὶ Μνάσιππον, ἐκ δὲ τῆς Ἀκαρνανίας οἱ περὶ Χρέμαν, παρὰ δὲ τῶν Ἠπειρωτῶν οἱ περὶ τὸν Χάροπα καὶ Νικίαν, παρὰ δὲ τῶν Αἰτωλῶν οἱ περὶ τὸν Λυκίσκον καὶ Τίσιππον.

ἁπάντων δὲ τούτων ὁμοῦ γενομένων καὶ πρὸς τὴν αὐτὴν ὑπόθεσιν ἁμιλλωμένων προθύμως, καὶ μηδενὸς ὑπάρχοντος ἀνταγωνιστοῦ διὰ τὸ τοὺς ἀντιπολιτευομένους ἅπαντας εἴκοντας τοῖς καιροῖς ἀνακεχωρηκέναι τελέως, ἀκονιτὶ κατεκράτησαν τῆς ὑποθέσεως οἱ προειρημένοι.

πρὸς μὲν οὖν τὰς ἄλλας πόλεις καὶ τὰς ἐθνικὰς συστάσεις οἱ δέκα διʼ αὐτῶν τῶν στρατηγῶν ἐποιήσαντο τὴν ἐπιταγήν, οὓς δεήσει πορεύεσθαι τῶν ἀνδρῶν εἰς τὴν Ῥώμην.